Judith 2

Greek OT: LXX [A] Unaccented

← Judith 1   Judith 3 →

1 και εν τω ετει τω οκτωκαιδεκατω δευτερα και εικαδι του πρωτου μηνος εγενετο λογος εν οικω ναβουχοδονοσορ βασιλεως ασσυριων εκδικησαι πασαν την γην καθως ελαλησεν

2 και συνεκαλεσεν παντας τους θεραποντας αυτου και παντας τους μεγιστανας αυτου και εθετο μετ' αυτων το μυστηριον της βουλης αυτου και συνετελεσεν πασαν την κακιαν της γης εκ του στοματος αυτου

3 και αυτοι εκριναν ολεθρευσαι πασαν σαρκα οι ουκ ηκολουθησαν τω λογω του στοματος αυτου

4 και εγενετο ως συνετελεσεν την βουλην αυτου εκαλεσεν ναβουχοδονοσορ βασιλευς ασσυριων τον ολοφερνην αρχιστρατηγον της δυναμεως αυτου δευτερον οντα μετ' αυτον και ειπεν προς αυτον

5 ταδε λεγει ο βασιλευς ο μεγας ο κυριος πασης της γης ιδου συ εξελευση εκ του προσωπου μου και λημψη μετα σεαυτου ανδρας πεποιθοτας εν ισχυι αυτων πεζων εις χιλιαδας εκατον εικοσι και πληθος ιππων συν αναβαταις χιλιαδας δεκα δυο

6 και εξελευση εις συναντησιν παση τη γη επι δυσμας οτι ηπειθησαν τω ρηματι του στοματος μου

7 και απαγγελεις αυτοις ετοιμαζειν γην και υδωρ οτι εξελευσομαι εν θυμω μου επ' αυτους και καλυψω παν το προσωπον της γης εν τοις ποσιν της δυναμεως μου και δωσω αυτους εις διαρπαγην αυτοις

8 και οι τραυματιαι αυτων πληρωσουσιν τας φαραγγας αυτων και πας χειμαρρους και ποταμος επικλυζων τοις νεκροις αυτων πληρωθησεται

9 και αξω την αιχμαλωσιαν αυτων επι τα ακρα πασης της γης

10 συ δε εξελθων προκαταλημψη μοι παν οριον αυτων και εκδωσουσιν σοι εαυτους και διατηρησεις εμοι αυτους εις ημεραν ελεγμου αυτων

11 επι δε τους απειθουντας ου φεισεται ο οφθαλμος σου του δουναι αυτους εις φονον και αρπαγην εν παση τη γη σου

12 οτι ζων εγω και το κρατος της βασιλειας μου λελαληκα και ποιησω ταυτα εν χειρι μου

13 και συ δε ου παραβηση εν τι των ρηματων του κυριου σου αλλα επιτελων επιτελεσεις καθοτι προστεταχα σοι και ου μακρυνεις του ποιησαι αυτα

14 και εξηλθεν ολοφερνης απο προσωπου του κυριου αυτου και εκαλεσεν παντας τους δυναστας και τους στρατηγους και επιστατας της δυναμεως ασσουρ

15 και ηριθμησεν εκλεκτους ανδρας εις παραταξιν καθοτι εκελευσεν αυτω ο κυριος αυτου εις μυριαδας δεκα δυο και ιππεις τοξοτας μυριους δισχιλιους

16 και διεταξεν αυτους ον τροπον πολεμου πληθος συντασσεται

17 και ελαβεν καμηλους και ονους και ημιονους εις την απαρτιαν αυτων πληθος πολυ σφοδρα και προβατα και βοας και αιγας εις την παρασκευην αυτων ων ουκ ην αριθμος

18 και επισιτισμον παντι ανδρι εις πληθος και χρυσιον και αργυριον εξ οικου βασιλεως πολυ σφοδρα

19 και εξηλθεν αυτος και πασα η δυναμις αυτου εις πορειαν του προελθειν βασιλεως ναβουχοδονοσορ και καλυψαι παν το προσωπον της γης προς δυσμαις εν αρμασι και ιππευσι και πεζοις επιλεκτοις αυτων

20 και πολυς ο επιμικτος ως ακρις συνεξηλθον αυτοις και ως η αμμος της γης ου γαρ ην αριθμος απο πληθους αυτων

21 και απηλθον εκ νινευη οδον τριων ημερων επι προσωπον του πεδιου βεκτιλεθ και επεστρατοπεδευσαν απο βεκτιλεθ πλησιον του ορους του επ' αριστερα της ανω κιλικιας

22 και ελαβεν πασαν την δυναμιν αυτου τους πεζους και τους ιππεις και τα αρματα αυτου και απηλθεν εκειθεν εις την ορεινην

23 και διεκοψεν το φουδ και λουδ και επρονομευσεν υιους παντας ρασσις και υιους ισμαηλ τους κατα προσωπον της ερημου προς νοτον της χελεων

24 και παρηλθεν τον ευφρατην και διηλθεν την μεσοποταμιαν και κατεσκαψεν πασας τας πολεις τας υψηλας τας επι του χειμαρρου αβρωνα εως του ελθειν επι θαλασσαν

25 και κατελαβετο τα ορια της κιλικιας και κατεκοψε παντας τους αντισταντας αυτω και ηλθεν εως οριων ιαφεθ τα προς νοτον κατα προσωπον της αραβιας

26 και εκυκλωσεν παντας τους υιους μαδιαμ και ενεπρησεν τα σκηνωματα αυτων και επρονομευσεν τας μανδρας αυτων

27 και κατεβη εις πεδιον δαμασκου εν ημεραις θερισμου πυρων και ενεπρησεν παντας τους αγρους αυτων και τα ποιμνια και τα βουκολια εδωκεν εις αφανισμον και τας πολεις αυτων εσκυλευσεν και τα πεδια αυτων εξελικμησεν και επαταξεν παντας τους νεανισκους αυτων εν στοματι ρομφαιας

28 και επεπεσεν φοβος και τρομος αυτου επι τους κατοικουντας την παραλιαν τους οντας εν σιδωνι και εν τυρω και τους κατοικουντας σουρ και οκινα και παντας τους κατοικουντας ιεμνααν και οι κατοικουντες εν αζωτω και ασκαλωνι εφοβηθησαν αυτον σφοδρα

← Judith 1   Judith 3 →

Přeložit:
Sdílet: