Judith 15

Greek OT: LXX [A] Unaccented

← Judith 14   Judith 16 →

1 και ως ηκουσαν οι εν τοις σκηνωμασιν οντες εξεστησαν επι το γεγονος

2 και επεπεσεν επ' αυτους τρομος και φοβος και ουκ ην ανθρωπος μενων κατα προσωπον του πλησιον ετι αλλ' εκχυθεντες ομοθυμαδον εφευγον επι πασαν οδον του πεδιου και της ορεινης

3 και οι παρεμβεβληκοτες εν τη ορεινη κυκλω βαιτυλουα και ετραπησαν εις φυγην και τοτε οι υιοι ισραηλ πας ανηρ πολεμιστης εξ αυτων εξεχυθησαν επ' αυτους

4 και απεστειλεν οζιας εις βαιτομασθαιμ και βηβαι και χωβαι και κωλα και εις παν οριον ισραηλ τους απαγγελλοντας υπερ των συντετελεσμενων και ινα παντες επεκχυθωσιν τοις πολεμιοις εις την αναιρεσιν αυτων

5 ως δε ηκουσαν οι υιοι ισραηλ παντες ομοθυμαδον επεπεσον επ' αυτους και εκοπτον αυτους εως χωβα ωσαυτως δε και οι εξ ιερουσαλημ παρεγενηθησαν και εκ πασης της ορεινης ανηγγειλαν γαρ αυτοις τα γεγονοτα τη παρεμβολη των εχθρων αυτων και οι εν γαλααδ και οι εν τη γαλιλαια υπερεκερασαν αυτους πληγη μεγαλη εως ου παρηλθον δαμασκον και τα ορια αυτης

6 οι δε λοιποι οι κατοικουντες βαιτυλουα επεπεσαν τη παρεμβολη ασσουρ και επρονομευσαν αυτους και επλουτησαν σφοδρα

7 οι δε υιοι ισραηλ αναστρεψαντες απο της κοπης εκυριευσαν των λοιπων και αι κωμαι και επαυλεις εν τη ορεινη και πεδινη εκρατησαν πολλων λαφυρων ην γαρ πληθος πολυ σφοδρα

8 και ιωακιμ ο ιερευς ο μεγας και η γερουσια των υιων ισραηλ οι κατοικουντες εν ιερουσαλημ ηλθον του θεασασθαι τα αγαθα α εποιησεν κυριος τω ισραηλ και του ιδειν την ιουδιθ και λαλησαι μετ' αυτης ειρηνην

9 ως δε εισηλθον προς αυτην ευλογησαν αυτην παντες ομοθυμαδον και ειπαν προς αυτην συ υψωμα ιερουσαλημ συ γαυριαμα μεγα του ισραηλ συ καυχημα μεγα του γενους ημων

10 εποιησας ταυτα παντα εν χειρι σου εποιησας τα αγαθα μετα ισραηλ και ευδοκησεν επ' αυτοις ο θεος ευλογημενη γινου παρα τω παντοκρατορι κυριω εις τον αιωνα χρονον και ειπεν πας ο λαος γενοιτο

11 και ελαφυρευσεν πας ο λαος την παρεμβολην εφ' ημερας τριακοντα και εδωκαν τη ιουδιθ την σκηνην ολοφερνου και παντα τα αργυρωματα και τας κλινας και τα ολκεια και παντα τα κατασκευασματα αυτου και λαβουσα αυτη επεθηκεν επι την ημιονον αυτης και εζευξεν τας αμαξας αυτης και εσωρευσεν αυτα επ' αυτων

12 και συνεδραμεν πασα γυνη ισραηλ του ιδειν αυτην και ευλογησαν αυτην και εποιησαν αυτη χορον εξ αυτων και ελαβεν θυρσους εν ταις χερσιν αυτης και εδωκεν ταις γυναιξιν ταις μετ' αυτης

13 και εστεφανωσαντο την ελαιαν αυτη και αι μετ' αυτης και προηλθεν παντος του λαου εν χορεια ηγουμενη πασων των γυναικων και ηκολουθει πας ανηρ ισραηλ ενωπλισμενοι μετα στεφανων και υμνουν εν τω στοματι αυτων

14 και εξηρχεν ιουδιθ την εξομολογησιν ταυτην εν παντι ισραηλ και υπερεφωνει πας ο λαος την αινεσιν ταυτην

← Judith 14   Judith 16 →

Přeložit:
Sdílet: