Judith 14

Greek OT: LXX [A] Unaccented

← Judith 13   Judith 15 →

1 και ειπεν προς αυτους ιουδιθ ακουσατε δη μου αδελφοι και λαβοντες την κεφαλην ταυτην κρεμασατε αυτην επι της επαλξεως του τειχους υμων

2 και εσται ηνικα εαν διαφαυση ο ορθρος και εξελθη ο ηλιος επι την γην αναλημψεσθε εκαστος τα σκευη τα πολεμικα υμων και εξελευσεσθε πας ανηρ ισχυων εξω της πολεως και δωσετε αρχηγον εις αυτους ως καταβαινοντες επι το πεδιον εις την προφυλακην υιων ασσουρ και ου καταβησεσθε

3 και αναλαβοντες ουτοι τας πανοπλιας αυτων πορευσονται εις την παρεμβολην αυτων και εγερουσι τους στρατηγους της δυναμεως ασσουρ και συνδραμουνται επι την σκηνην ολοφερνου και ουχ ευρησουσιν αυτον και επιπεσειται επ' αυτους φοβος και φευξονται απο προσωπου υμων

4 και επακολουθησαντες υμεις και παντες οι κατοικουντες παν οριον ισραηλ καταστρωσατε αυτους εν ταις οδοις αυτων

5 προ δε του ποιησαι ταυτα καλεσατε μοι αχιωρ τον αμμανιτην ινα ιδων επιγνοι τον εκφαυλισαντα τον οικον του ισραηλ και αυτον ως εις θανατον αποστειλαντα εις ημας

6 και εκαλεσαν τον αχιωρ εκ του οικου οζια ως δε ηλθεν και ειδεν την κεφαλην ολοφερνου εν χειρι ανδρος ενος εν τη εκκλησια του λαου επεσεν επι προσωπον και εξελυθη το πνευμα αυτου

7 ως δε ανελαβον αυτον προσεπεσεν τοις ποσιν ιουδιθ και προσεκυνησεν τω προσωπω αυτης και ειπεν ευλογημενη συ εν παντι σκηνωματι ιουδα και εν παντι εθνει οιτινες ακουσαντες το ονομα σου ταραχθησονται

8 και νυν αναγγειλον μοι οσα εποιησας εν ταις ημεραις ταυταις και απηγγειλεν αυτω ιουδιθ εν μεσω του λαου παντα οσα ην πεποιηκυια αφ' ης ημερας εξηλθεν εως ου ελαλει αυτοις

9 ως δε επαυσατο λαλουσα ηλαλαξεν ο λαος φωνη μεγαλη και εδωκεν φωνην ευφροσυνον εν τη πολει αυτων

10 ιδων δε αχιωρ παντα οσα εποιησεν ο θεος του ισραηλ επιστευσεν τω θεω σφοδρα και περιετεμετο την σαρκα της ακροβυστιας αυτου και προσετεθη εις τον οικον ισραηλ εως της ημερας ταυτης

11 ηνικα δε ο ορθρος ανεβη και εκρεμασαν την κεφαλην ολοφερνου εκ του τειχους και ανελαβεν πας ανηρ τα οπλα αυτου και εξηλθοσαν κατα σπειρας επι τας αναβασεις του ορους

12 οι δε υιοι ασσουρ ως ειδον αυτους διεπεμψαν επι τους ηγουμενους αυτων οι δε ηλθον επι τους στρατηγους και χιλιαρχους και επι παντα αρχοντα αυτων

13 και παρεγενοντο επι την σκηνην ολοφερνου και ειπαν τω οντι επι παντων των αυτου εγειρον δη τον κυριον ημων οτι ετολμησαν οι δουλοι καταβαινειν εφ' ημας εις πολεμον ινα εξολεθρευθωσιν εις τελος

14 και εισηλθεν βαγωας και εκρουσε την αυλαιαν της σκηνης υπενοει γαρ καθευδειν αυτον μετα ιουδιθ

15 ως δ' ουθεις επηκουσεν διαστειλας εισηλθεν εις τον κοιτωνα και ευρεν αυτον επι της χελωνιδος ερριμμενον νεκρον και η κεφαλη αυτου αφηρητο απ' αυτου

16 και εβοησεν φωνη μεγαλη μετα κλαυθμου και στεναγμου και βοης ισχυρας και διερρηξεν τα ιματια αυτου

17 και εισηλθεν εις την σκηνην ου ην ιουδιθ καταλυουσα και ουχ ευρεν αυτην και εξεπηδησεν εις τον λαον και εβοησεν

18 ηθετησαν οι δουλοι εποιησεν αισχυνην μια γυνη των εβραιων εις τον οικον του βασιλεως ναβουχοδονοσορ οτι ιδου ολοφερνης χαμαι και η κεφαλη ουκ εστιν επ' αυτω

19 ως δε ηκουσαν ταυτα τα ρηματα οι αρχοντες της δυναμεως ασσουρ τους χιτωνας αυτων διερρηξαν και εταραχθη αυτων η ψυχη σφοδρα και εγενετο αυτων κραυγη και βοη μεγαλη σφοδρα εν μεσω της παρεμβολης

← Judith 13   Judith 15 →

Přeložit:
Sdílet: