Judith 13

Greek OT: LXX [A] Unaccented

← Judith 12   Judith 14 →

1 ως δε οψια εγενετο εσπουδασαν οι δουλοι αυτου αναλυειν και βαγωας συνεκλεισεν την σκηνην εξωθεν και απεκλεισεν τους παρεστωτας εκ προσωπου του κυριου αυτου και απωχοντο εις τας κοιτας αυτων ησαν γαρ παντες κεκοπωμενοι δια το επι πλειον γεγονεναι τον ποτον

2 υπελειφθη δε ιουδιθ μονη εν τη σκηνη και ολοφερνης προπεπτωκως επι την κλινην αυτου ην γαρ περικεχυμενος αυτω ο οινος

3 και ειπεν ιουδιθ τη δουλη αυτης στηναι εξω του κοιτωνος αυτης και επιτηρειν την εξοδον αυτης καθαπερ καθ' ημεραν εξελευσεσθαι γαρ εφη επι την προσευχην αυτης και τω βαγωα ελαλησεν κατα τα ρηματα ταυτα

4 και απηλθοσαν παντες εκ προσωπου και ουδεις κατελειφθη εν τω κοιτωνι απο μικρου εως μεγαλου και στασα ιουδιθ παρα την κλινην αυτου ειπεν εν τη καρδια αυτης κυριε ο θεος πασης δυναμεως επιβλεψον εν τη ωρα ταυτη επι τα εργα των χειρων μου εις υψωμα ιερουσαλημ

5 οτι νυν καιρος αντιλαβεσθαι της κληρονομιας σου και ποιησαι το επιτηδευμα μου εις θραυσμα εχθρων οι επανεστησαν ημιν

6 και προσελθουσα τω κανονι της κλινης ος ην προς κεφαλης ολοφερνου καθειλεν τον ακινακην αυτου απ' αυτου

7 και εγγισασα της κλινης εδραξατο της κομης της κεφαλης αυτου και ειπεν κραταιωσον με κυριε ο θεος ισραηλ εν τη ημερα ταυτη

8 και επαταξεν εις τον τραχηλον αυτου δις εν τη ισχυι αυτης και αφειλεν την κεφαλην αυτου απ' αυτου

9 και απεκυλισε το σωμα αυτου απο της στρωμνης και αφειλε το κωνωπιον απο των στυλων και μετ' ολιγον εξηλθεν και παρεδωκεν τη αβρα αυτης την κεφαλην ολοφερνου

10 και ενεβαλεν αυτην εις την πηραν των βρωματων αυτης και εξηλθον αι δυο αμα κατα τον εθισμον αυτων επι την προσευχην και διελθουσαι την παρεμβολην εκυκλωσαν την φαραγγα εκεινην και προσανεβησαν το ορος βαιτυλουα και ηλθοσαν προς τας πυλας αυτης

11 και ειπεν ιουδιθ μακροθεν τοις φυλασσουσιν επι των πυλων ανοιξατε ανοιξατε δη την πυλην μεθ' ημων ο θεος ο θεος ημων ποιησαι ετι ισχυν εν ισραηλ και κρατος κατα των εχθρων καθα και σημερον εποιησεν

12 και εγενετο ως ηκουσαν οι ανδρες της πολεως αυτης την φωνην αυτης εσπουδασαν του καταβηναι επι την πυλην της πολεως αυτων και συνεκαλεσαν τους πρεσβυτερους της πολεως

13 και συνεδραμον παντες απο μικρου εως μεγαλου αυτων οτι παραδοξον ην αυτοις το ελθειν αυτην και ηνοιξαν την πυλην και υπεδεξαντο αυτας και αψαντες πυρ εις φαυσιν περιεκυκλωσαν αυτας

14 η δε ειπεν προς αυτους φωνη μεγαλη αινειτε τον θεον αινειτε αινειτε τον θεον ος ουκ απεστησεν το ελεος αυτου απο του οικου ισραηλ αλλ' εθραυσε τους εχθρους ημων δια χειρος μου εν τη νυκτι ταυτη

15 και προελουσα την κεφαλην εκ της πηρας εδειξεν και ειπεν αυτοις ιδου η κεφαλη ολοφερνου αρχιστρατηγου δυναμεως ασσουρ και ιδου το κωνωπιον εν ω κατεκειτο εν ταις μεθαις αυτου και επαταξεν αυτον ο κυριος εν χειρι θηλειας

16 και ζη κυριος ος διεφυλαξεν με εν τη οδω μου η επορευθην οτι ηπατησεν αυτον το προσωπον μου εις απωλειαν αυτου και ουκ εποιησεν αμαρτημα μετ' εμου εις μιασμα και αισχυνην

17 και εξεστη πας ο λαος σφοδρα και κυψαντες προσεκυνησαν τω θεω και ειπαν ομοθυμαδον ευλογητος ει ο θεος ημων ο εξουδενωσας εν τη ημερα τη σημερον τους εχθρους του λαου σου

18 και ειπεν αυτη οζιας ευλογητη συ θυγατερ τω θεω τω υψιστω παρα πασας τας γυναικας τας επι της γης και ευλογημενος κυριος ο θεος ος εκτισεν τους ουρανους και την γην ος κατευθυνεν σε εις τραυμα κεφαλης αρχοντος εχθρων ημων

19 οτι ουκ αποστησεται η ελπις σου απο καρδιας ανθρωπων μνημονευοντων ισχυν θεου εως αιωνος

20 και ποιησαι σοι αυτα ο θεος εις υψος αιωνιον του επισκεψασθαι σε εν αγαθοις ανθ' ων ουκ εφεισω της ψυχης σου δια την ταπεινωσιν του γενους ημων αλλ' επεξηλθες τω πτωματι ημων επ' ευθειαν πορευθεισα ενωπιον του θεου ημων και ειπαν πας ο λαος γενοιτο γενοιτο

← Judith 12   Judith 14 →

Přeložit:
Sdílet: