Judith 12

Greek OT: LXX [A] Unaccented

← Judith 11   Judith 13 →

1 και εκελευσεν εισαγαγειν αυτην ου ετιθετο τα αργυρωματα αυτου και συνεταξεν καταστρωσαι αυτη απο των οψοποιηματων αυτου και του οινου αυτου πινειν

2 και ειπεν ιουδιθ ου φαγομαι εξ αυτων ινα μη γενηται σκανδαλον αλλ' εκ των ηκολουθηκοτων μοι χορηγηθησεται

3 και ειπεν προς αυτην ολοφερνης εαν δε εκλιπη τα οντα μετα σου ποθεν εξοισομεν σοι δουναι ομοια αυτοις ου γαρ εστιν μεθ' ημων εκ του γενους σου

4 και ειπεν ιουδιθ προς αυτον ζη η ψυχη σου κυριε μου οτι ου δαπανησει η δουλη σου τα οντα μετ' εμου εως αν ποιηση κυριος εν χειρι μου α εβουλευσατο

5 και ηγαγοσαν αυτην οι θεραποντες ολοφερνου εις την σκηνην και υπνωσεν μεχρι μεσουσης της νυκτος και ανεστη προς την εωθινην φυλακην

6 και απεστειλεν προς ολοφερνην λεγουσα επιταξατω δη ο κυριος μου εασαι την δουλην σου επι προσευχην εξελθειν

7 και προσεταξεν ολοφερνης τοις σωματοφυλαξιν μη διακωλυειν αυτην και παρεμεινεν εν τη παρεμβολη ημερας τρεις και εξεπορευετο κατα νυκτα εις την φαραγγα βαιτυλουα και εβαπτιζετο εν τη παρεμβολη επι της πηγης του υδατος

8 και ως ανεβη εδεετο του κυριου θεου ισραηλ κατευθυναι την οδον αυτης εις αναστημα των υιων του λαου αυτου

9 και εισπορευομενη καθαρα παρεμενεν εν τη σκηνη μεχρι ου προσηνεγκατο την τροφην αυτης προς εσπεραν

10 και εγενετο εν τη ημερα τη τεταρτη εποιησεν ολοφερνης ποτον τοις δουλοις αυτου μονοις και ουκ εκαλεσεν εις την κλησιν ουδενα των προς ταις χρειαις

11 και ειπεν βαγωα τω ευνουχω ος ην εφεστηκως επι παντων των αυτου πεισον δη πορευθεις την γυναικα την εβραιαν η εστιν παρα σοι του ελθειν προς ημας και φαγειν και πιειν μεθ' ημων

12 ιδου γαρ αισχρον τω προσωπω ημων ει γυναικα τοιαυτην παρησομεν ουχ ομιλησαντες αυτη οτι εαν ταυτην μη επισπασωμεθα καταγελασεται ημων

13 και εξηλθεν βαγωας απο προσωπου ολοφερνου και εισηλθεν προς αυτην και ειπεν μη οκνησατω δη η παιδισκη η καλη αυτη ελθουσα προς τον κυριον μου δοξασθηναι κατα προσωπον αυτου και πιεσαι μεθ' ημων εις ευφροσυνην οινον και γενηθηναι εν τη ημερα ταυτη ως θυγατηρ μια των υιων ασσουρ αι παρεστηκασιν εν οικω ναβουχοδονοσορ

14 και ειπεν προς αυτον ιουδιθ και τις ειμι εγω αντερουσα τω κυριω μου οτι παν ο εσται εν τοις οφθαλμοις αυτου αρεστον σπευσασα ποιησω και εσται τουτο μοι αγαλλιαμα εως ημερας θανατου μου

15 και διαναστασα εκοσμηθη τω ιματισμω και παντι τω κοσμω τω γυναικειω και προσηλθεν η δουλη αυτης και εστρωσεν αυτη κατεναντι ολοφερνου χαμαι τα κωδια α ελαβεν παρα βαγωου εις την καθημερινην διαιταν αυτης εις το εσθιειν κατακλινομενην επ' αυτων

16 και εισελθουσα ανεπεσεν ιουδιθ και εξεστη η καρδια ολοφερνου επ' αυτην και εσαλευθη η ψυχη αυτου και ην κατεπιθυμος σφοδρα του συγγενεσθαι μετ' αυτης και ετηρει καιρον του απατησαι αυτην αφ' ης ημερας ειδεν αυτην

17 και ειπεν προς αυτην ολοφερνης πιε δη και γενηθητι μεθ' ημων εις ευφροσυνην

18 και ειπεν ιουδιθ πιομαι δη κυριε οτι εμεγαλυνθη το ζην μου εν εμοι σημερον παρα πασας τας ημερας της γενεσεως μου

19 και λαβουσα εφαγεν και επιεν κατεναντι αυτου α ητοιμασεν η δουλη αυτης

20 και ηυφρανθη ολοφερνης απ' αυτης και επιεν οινον πολυν σφοδρα οσον ουκ επιεν πωποτε εν ημερα μια αφ' ου εγεννηθη

← Judith 11   Judith 13 →

Přeložit:
Sdílet: