Judith 11

Greek OT: LXX [A] Unaccented

← Judith 10   Judith 12 →

1 και ειπεν προς αυτην ολοφερνης θαρσησον γυναι μη φοβηθης τη καρδια σου οτι εγω ουκ εκακωσα ανθρωπον οστις ηρετικεν δουλευειν βασιλει ναβουχοδονοσορ πασης της γης

2 και νυν ο λαος σου ο κατοικων την ορεινην ει μη εφαυλισαν με ουκ αν ηρα το δορυ μου επ' αυτους αλλα αυτοι εαυτοις εποιησαν ταυτα

3 και νυν λεγε μοι τινος ενεκεν απεδρας απ' αυτων και ηλθες προς ημας ηκεις γαρ εις σωτηριαν θαρσει εν τη νυκτι ταυτη ζηση και εις το λοιπον

4 ου γαρ εστιν ος αδικησει σε αλλ' ευ σε ποιησει καθα γινεται τοις δουλοις του κυριου μου βασιλεως ναβουχοδονοσορ

5 και ειπεν προς αυτον ιουδιθ δεξαι τα ρηματα της δουλης σου και λαλησατω η παιδισκη σου κατα προσωπον σου και ουκ αναγγελω ψευδος τω κυριω μου εν τη νυκτι ταυτη

6 και εαν κατακολουθησης τοις λογοις της παιδισκης σου τελειως πραγμα ποιησει μετα σου ο θεος και ουκ αποπεσειται ο κυριος μου των επιτηδευματων αυτου

7 ζη γαρ βασιλευς ναβουχοδονοσορ πασης της γης και ζη το κρατος αυτου ος απεστειλεν σε εις κατορθωσιν πασης ψυχης οτι ου μονον ανθρωποι δια σε δουλευουσιν αυτω αλλα και τα θηρια του αγρου και τα κτηνη και τα πετεινα του ουρανου δια της ισχυος σου ζησονται επι ναβουχοδονοσορ και παντα τον οικον αυτου

8 ηκουσαμεν γαρ την σοφιαν σου και τα πανουργευματα της ψυχης σου και ανηγγελη παση τη γη οτι συ μονος αγαθος εν παση βασιλεια και δυνατος εν επιστημη και θαυμαστος εν στρατευμασιν πολεμου

9 και νυν ο λογος ον ελαλησεν αχιωρ εν τη συνεδρια σου ηκουσαμεν τα ρηματα αυτου οτι περιεποιησαντο αυτον οι ανδρες βαιτυλουα και ανηγγειλεν αυτοις παντα οσα εξελαλησεν παρα σοι

10 διο δεσποτα κυριε μη παρελθης τον λογον αυτου αλλα καταθου αυτον εν τη καρδια σου οτι εστιν αληθης ου γαρ εκδικαται το γενος ημων ου κατισχυει ρομφαια επ' αυτους εαν μη αμαρτωσιν εις τον θεον αυτων

11 και νυν ινα μη γενηται ο κυριος μου εκβολος και απρακτος και επιπεσειται θανατος επι προσωπον αυτων και κατελαβετο αυτους αμαρτημα εν ω παροργιουσιν τον θεον αυτων οπηνικα αν ποιησωσιν ατοπιαν

12 επει παρεξελιπεν αυτους τα βρωματα και εσπανισθη παν υδωρ εβουλευσαντο επιβαλειν τοις κτηνεσιν αυτων και παντα οσα διεστειλατο αυτοις ο θεος τοις νομοις αυτου μη φαγειν διεγνωσαν δαπανησαι

13 και τας απαρχας του σιτου και τας δεκατας του οινου και του ελαιου α διεφυλαξαν αγιασαντες τοις ιερευσιν τοις παρεστηκοσιν εν ιερουσαλημ απεναντι του προσωπου του θεου ημων κεκρικασιν εξαναλωσαι ων ουδε ταις χερσιν καθηκεν αψασθαι ουδενα των εκ του λαου

14 και απεσταλκασιν εις ιερουσαλημ οτι και οι εκει κατοικουντες εποιησαν ταυτα τους μετακομισοντας αυτοις την αφεσιν παρα της γερουσιας

15 και εσται ως αν αναγγειλη αυτοις και ποιησωσιν δοθησονται σοι εις ολεθρον εν τη ημερα εκεινη

16 οθεν εγω η δουλη σου επιγνουσα ταυτα παντα απεδρων απο προσωπου αυτων και απεστειλεν με ο θεος ποιησαι μετα σου πραγματα εφ' οις εκστησεται πασα η γη οσοι εαν ακουσωσιν αυτα

17 οτι η δουλη σου θεοσεβης εστιν και θεραπευουσα νυκτος και ημερας τον θεον του ουρανου και νυν μενω παρα σοι κυριε μου και εξελευσεται η δουλη σου κατα νυκτα εις την φαραγγα και προσευξομαι προς τον θεον και ερει μοι ποτε εποιησαν τα αμαρτηματα αυτων

18 και ελθουσα προσανοισω σοι και εξελευση συν παση τη δυναμει σου και ουκ εστιν ος αντιστησεται σοι εξ αυτων

19 και αξω σε δια μεσου της ιουδαιας εως του ελθειν απεναντι ιερουσαλημ και θησω τον διφρον σου εν μεσω αυτης και αξεις αυτους ως προβατα οις ουκ εστιν ποιμην και ου γρυξει κυων τη γλωσση αυτου απεναντι σου οτι ταυτα ελαληθη μοι κατα προγνωσιν μου και απηγγελη μοι και απεσταλην αναγγειλαι σοι

20 και ηρεσαν οι λογοι αυτης εναντιον ολοφερνου και εναντιον παντων των θεραποντων αυτου και εθαυμασαν επι τη σοφια αυτης και ειπαν

21 ουκ εστιν τοιαυτη γυνη απ' ακρου εως ακρου της γης εν καλω προσωπω και συνεσει λογων

22 και ειπεν προς αυτην ολοφερνης ευ εποιησεν ο θεος αποστειλας σε εμπροσθεν του λαου του γενηθηναι εν χερσιν ημων κρατος εν δε τοις φαυλισασι τον κυριον μου απωλειαν

23 και νυν αστεια ει συ εν τω ειδει σου και αγαθη εν τοις λογοις σου οτι εαν ποιησης καθα ελαλησας ο θεος σου εσται μου θεος και συ εν οικω βασιλεως ναβουχοδονοσορ καθηση και εση ονομαστη παρα πασαν την γην

← Judith 10   Judith 12 →

Přeložit:
Sdílet: