Judith 10

Greek OT: LXX [A] Unaccented

← Judith 9   Judith 11 →

1 και εγενετο ως επαυσατο βοωσα προς τον θεον ισραηλ και συνετελεσεν παντα τα ρηματα ταυτα

2 και ανεστη απο της πτωσεως και εκαλεσεν την αβραν αυτης και κατεβη εις τον οικον εν ω διετριβεν εν αυτω εν ταις ημεραις των σαββατων και εν ταις εορταις αυτης

3 και περιειλατο τον σακκον ον ενεδεδυκει και εξεδυσατο τα ιματια της χηρευσεως αυτης και περιεκλυσατο το σωμα υδατι και εχρισατο μυρω παχει και διεξανε τας τριχας της κεφαλης αυτης και επεθετο μιτραν επ' αυτης και ενεδυσατο τα ιματια της ευφροσυνης αυτης εν οις εστολιζετο εν ταις ημεραις της ζωης του ανδρος αυτης μανασση

4 και ελαβεν σανδαλια εις τους ποδας αυτης και περιεθετο τους χλιδωνας και τα ψελια και τους δακτυλιους και τα ενωτια και παντα τον κοσμον αυτης και εκαλλωπισατο σφοδρα εις απατησιν οφθαλμων ανδρων οσοι αν ιδωσιν αυτην

5 και εδωκεν τη αβρα αυτης ασκοπυτινην οινου και καψακην ελαιου και πηραν επληρωσεν αλφιτων και παλαθης και αρτων καθαρων και περιεδιπλωσε παντα τα αγγεια αυτης και επεθηκεν αυτη

6 και εξηλθοσαν επι την πυλην της πολεως βαιτυλουα και ευροσαν εφεστωτα επ' αυτη οζιαν και τους πρεσβυτερους της πολεως χαβριν και χαρμιν

7 ως δε ειδον αυτην και ην ηλλοιωμενον το προσωπον αυτης και την στολην μεταβεβληκυιαν αυτης και εθαυμασαν επι τω καλλει αυτης επι πολυ σφοδρα και ειπαν αυτη

8 ο θεος των πατερων ημων δωη σε εις χαριν και τελειωσαι τα επιτηδευματα σου εις γαυριαμα υιων ισραηλ και υψωμα ιερουσαλημ

9 και προσεκυνησεν τω θεω και ειπεν προς αυτους επιταξατε ανοιξαι μοι την πυλην της πολεως και εξελευσομαι εις τελειωσιν των λογων ων ελαλησατε μετ' εμου και συνεταξαν τοις νεανισκοις ανοιξαι αυτη καθοτι ελαλησεν

10 και εποιησαν ουτως και εξηλθεν ιουδιθ αυτη και η παιδισκη αυτης μετ' αυτης απεσκοπευον δε αυτην οι ανδρες της πολεως εως ου κατεβη το ορος εως διηλθεν τον αυλωνα και ουκετι εθεωρουν αυτην

11 και επορευοντο εν τω αυλωνι εις ευθειαν και συνηντησεν αυτη προφυλακη των ασσυριων

12 και συνελαβον αυτην και επηρωτησαν τινων ει και ποθεν ερχη και που πορευη και ειπεν θυγατηρ ειμι των εβραιων και αποδιδρασκω απο προσωπου αυτων οτι μελλουσιν διδοσθαι υμιν εις καταβρωμα

13 καγω ερχομαι εις το προσωπον ολοφερνου αρχιστρατηγου δυναμεως υμων του απαγγειλαι ρηματα αληθειας και δειξω προ προσωπου αυτου οδον καθ' ην πορευσεται και κυριευσει πασης της ορεινης και ου διαφωνησει των ανδρων αυτου σαρξ μια ουδε πνευμα ζωης

14 ως δε ηκουσαν οι ανδρες τα ρηματα αυτης και κατενοησαν το προσωπον αυτης και ην εναντιον αυτων θαυμασιον τω καλλει σφοδρα και ειπαν προς αυτην

15 σεσωκας την ψυχην σου σπευσασα καταβηναι εις προσωπον του κυριου ημων και νυν προσελθε επι την σκηνην αυτου και αφ' ημων προπεμψουσιν σε εως παραδωσουσιν σε εις χειρας αυτου

16 εαν δε στης εναντιον αυτου μη φοβηθης τη καρδια σου αλλα αναγγειλον κατα τα ρηματα σου και ευ σε ποιησει

17 και επελεξαν εξ αυτων ανδρας εκατον και παρεζευξαν αυτη και τη αβρα αυτης και ηγαγον αυτας επι την σκηνην ολοφερνου

18 και εγενετο συνδρομη εν παση τη παρεμβολη διεβοηθη γαρ εις τα σκηνωματα η παρουσια αυτης και ελθοντες εκυκλουν αυτην ως ειστηκει εξω της σκηνης ολοφερνου εως προσηγγειλαν αυτω περι αυτης

19 και εθαυμαζον επι τω καλλει αυτης και εθαυμαζον τους υιους ισραηλ απ' αυτης και ειπεν εκαστος προς τον πλησιον αυτου τις καταφρονησει του λαου τουτου ος εχει εν εαυτω γυναικας τοιαυτας οτι ου καλον εστιν υπολειπεσθαι εξ αυτων ανδρα ενα οι αφεθεντες δυνησονται κατασοφισασθαι πασαν την γην

20 και εξηλθον οι παρακαθευδοντες ολοφερνη και παντες οι θεραποντες αυτου και εισηγαγον αυτην εις την σκηνην

21 και ην ολοφερνης αναπαυομενος επι της κλινης αυτου εν τω κωνωπιω ο ην εκ πορφυρας και χρυσιου και σμαραγδου και λιθων πολυτελων καθυφασμενων

22 και ανηγγειλαν αυτω περι αυτης και εξηλθεν εις το προσκηνιον και λαμπαδες αργυραι προαγουσαι αυτου

23 ως δε ηλθεν κατα προσωπον αυτου ιουδιθ και των θεραποντων αυτου εθαυμασαν παντες επι τω καλλει του προσωπου αυτης και πεσουσα επι προσωπον προσεκυνησεν αυτω και ηγειραν αυτην οι δουλοι αυτου

← Judith 9   Judith 11 →

Přeložit:
Sdílet: