Judith 1

Greek OT: LXX [A] Unaccented

Judith 2 →

1 ετους δωδεκατου της βασιλειας ναβουχοδονοσορ ος εβασιλευσεν ασσυριων εν νινευη τη πολει τη μεγαλη εν ταις ημεραις αρφαξαδ ος εβασιλευσεν μηδων εν εκβατανοις

2 και ωκοδομησεν επ' εκβατανων κυκλω τειχη εκ λιθων λελαξευμενων εις πλατος πηχων τριων και εις μηκος πηχων εξ και εποιησεν το υψος του τειχους πηχων εβδομηκοντα και το πλατος αυτου πηχων πεντηκοντα

3 και τους πυργους αυτου εστησεν επι ταις πυλαις αυτης πηχων εκατον και το πλατος αυτης εθεμελιωσεν εις πηχεις εξηκοντα

4 και εποιησεν τας πυλας αυτης πυλας διεγειρομενας εις υψος πηχων εβδομηκοντα και το πλατος αυτης πηχεις τεσσαρακοντα εις εξοδους δυναμεως δυνατων αυτου και διαταξεις των πεζων αυτου

5 και εποιησεν πολεμον εν ταις ημεραις εκειναις ο βασιλευς ναβουχοδονοσορ προς βασιλεα αρφαξαδ εν τω πεδιω τω μεγαλω τουτο εστιν πεδιον εν τοις οριοις ραγαυ

6 και συνηντησαν προς αυτον παντες οι κατοικουντες την ορεινην και παντες οι κατοικουντες τον ευφρατην και τον τιγριν και τον υδασπην και πεδια αριωχ βασιλεως ελυμαιων και συνηλθον εθνη πολλα εις παραταξιν υιων χελεουδ

7 και απεστειλεν ναβουχοδονοσορ βασιλευς ασσυριων επι παντας τους κατοικουντας την περσιδα και επι παντας τους κατοικουντας προς δυσμαις τους κατοικουντας την κιλικιαν και δαμασκον και τον λιβανον και αντιλιβανον και παντας τους κατοικουντας κατα προσωπον της παραλιας

8 και τους εν τοις εθνεσι του καρμηλου και γαλααδ και την ανω γαλιλαιαν και το μεγα πεδιον εσδρηλων

9 και παντας τους εν σαμαρεια και ταις πολεσιν αυτης και περαν του ιορδανου εως ιερουσαλημ και βατανη και χελους και καδης και του ποταμου αιγυπτου και ταφνας και ραμεσση και πασαν γην γεσεμ

10 εως του ελθειν επανω τανεως και μεμφεως και παντας τους κατοικουντας την αιγυπτον εως του ελθειν επι τα ορια της αιθιοπιας

11 και εφαυλισαν παντες οι κατοικουντες πασαν την γην το ρημα ναβουχοδονοσορ βασιλεως ασσυριων και ου συνηλθον αυτω εις τον πολεμον οτι ουκ εφοβηθησαν αυτον αλλ' ην εναντιον αυτων ως ανηρ εις και ανεστρεψαν τους αγγελους αυτου κενους εν ατιμια προσωπου αυτων

12 και εθυμωθη ναβουχοδονοσορ επι πασαν την γην ταυτην σφοδρα και ωμοσε κατα του θρονου και της βασιλειας αυτου ει μην εκδικησειν παντα τα ορια της κιλικιας και δαμασκηνης και συριας ανελειν τη ρομφαια αυτου και παντας τους κατοικουντας εν γη μωαβ και τους υιους αμμων και πασαν την ιουδαιαν και παντας τους εν αιγυπτω εως του ελθειν επι τα ορια των δυο θαλασσων

13 και παρεταξατο εν τη δυναμει αυτου προς αρφαξαδ βασιλεα εν τω ετει τω επτακαιδεκατω και εκραταιωθη εν τω πολεμω αυτου και ανεστρεψεν πασαν την δυναμιν αρφαξαδ και πασαν την ιππον αυτου και παντα τα αρματα αυτου

14 και εκυριευσε των πολεων αυτου και αφικετο εως εκβατανων και εκρατησε των πυργων και επρονομευσε τας πλατειας αυτης και τον κοσμον αυτης εθηκεν εις ονειδος αυτης

15 και ελαβε τον αρφαξαδ εν τοις ορεσι ραγαυ και κατηκοντισεν αυτον εν ταις σιβυναις αυτου και εξωλεθρευσεν αυτον εως της ημερας εκεινης

16 και ανεστρεψεν μετ' αυτων αυτος και πας ο συμμικτος αυτου πληθος ανδρων πολεμιστων πολυ σφοδρα και ην εκει ραθυμων και ευωχουμενος αυτος και η δυναμις αυτου εφ' ημερας εκατον εικοσι

Judith 2 →

Přeložit:
Sdílet: