Judges 5

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Judges 4   Judges 6 →

1 και ησαν δεββωρα και βαρακ υιος αβινεεμ εν τη ημερα εκεινη λεγοντες

2 απεκαλυφθη αποκαλυμμα εν ισραηλ εν τω εκουσιασθηναι λαον ευλογειτε κυριον

3 ακουσατε βασιλεις και ενωτισασθε σατραπαι εγω ειμι τω κυριω εγω ειμι ασομαι ψαλω τω κυριω τω θεω ισραηλ

4 κυριε εν τη εξοδω σου εν σηιρ εν τω απαιρειν σε εξ αγρου εδωμ γη εσεισθη και ο ουρανος εσταξεν δροσους και αι νεφελαι εσταξαν υδωρ

5 ορη εσαλευθησαν απο προσωπου κυριου ελωι τουτο σινα απο προσωπου κυριου θεου ισραηλ

6 εν ημεραις σαμεγαρ υιου αναθ εν ημεραις ιαηλ εξελιπον οδους και επορευθησαν ατραπους επορευθησαν οδους διεστραμμενας

7 εξελιπον δυνατοι εν ισραηλ εξελιπον εως ου αναστη δεββωρα εως ου αναστη μητηρ εν ισραηλ

8 εξελεξαντο θεους καινους τοτε επολεμησαν πολεις αρχοντων θυρεος εαν οφθη και λογχη εν τεσσαρακοντα χιλιασιν εν ισραηλ

9 η καρδια μου εις τα διατεταγμενα τω ισραηλ οι εκουσιαζομενοι εν λαω ευλογειτε κυριον

10 επιβεβηκοτες επι ονου θηλειας μεσημβριας καθημενοι επι κριτηριου και πορευομενοι επι οδους συνεδρων εφ' οδω

11 διηγεισθε απο φωνης ανακρουομενων ανα μεσον υδρευομενων εκει δωσουσιν δικαιοσυνας κυριω δικαιοσυνας αυξησον εν ισραηλ τοτε κατεβη εις τας πολεις λαος κυριου

12 εξεγειρου εξεγειρου δεββωρα εξεγειρου εξεγειρου λαλησον ωδην αναστα βαρακ και αιχμαλωτισον αιχμαλωσιαν σου υιος αβινεεμ

13 τοτε κατεβη καταλειμμα τοις ισχυροις λαος κυριου κατεβη αυτω εν τοις κραταιοις

14 εξ εμου εφραιμ εξερριζωσεν αυτους εν τω αμαληκ οπισω σου βενιαμιν εν τοις λαοις σου εν εμοι μαχιρ κατεβησαν εξερευνωντες και απο ζαβουλων ελκοντες εν ραβδω διηγησεως γραμματεως

15 και αρχηγοι εν ισσαχαρ μετα δεββωρας και βαρακ ουτως βαρακ εν κοιλασιν απεστειλεν εν ποσιν αυτου εις τας μεριδας ρουβην μεγαλοι εξικνουμενοι καρδιαν

16 εις τι εκαθισαν ανα μεσον της διγομιας του ακουσαι συρισμου αγγελων εις διαιρεσεις ρουβην μεγαλοι εξετασμοι καρδιας

17 γαλααδ εν τω περαν του ιορδανου εσκηνωσεν και δαν εις τι παροικει πλοιοις ασηρ εκαθισεν παραλιαν θαλασσων και επι διεξοδοις αυτου σκηνωσει

18 ζαβουλων λαος ωνειδισεν ψυχην αυτου εις θανατον και νεφθαλι επι υψη αγρου

19 ηλθον αυτων βασιλεις παρεταξαντο τοτε επολεμησαν βασιλεις χανααν εν θανααχ επι υδατι μεγεδδω δωρον αργυριου ουκ ελαβον

20 εξ ουρανου παρεταξαντο οι αστερες εκ τριβων αυτων παρεταξαντο μετα σισαρα

21 χειμαρρους κισων εξεσυρεν αυτους χειμαρρους αρχαιων χειμαρρους κισων καταπατησει αυτον ψυχη μου δυνατη

22 τοτε ενεποδισθησαν πτερναι ιππου σπουδη εσπευσαν ισχυροι αυτου

23 καταρασθε μηρωζ ειπεν αγγελος κυριου καταρασθε επικαταρατος πας ο κατοικων αυτην οτι ουκ ηλθοσαν εις βοηθειαν κυριου εις βοηθειαν εν δυνατοις

24 ευλογηθειη εν γυναιξιν ιαηλ γυνη χαβερ του κιναιου απο γυναικων εν σκηναις ευλογηθειη

25 υδωρ ητησεν γαλα εδωκεν εν λεκανη υπερεχοντων προσηνεγκεν βουτυρον

26 χειρα αυτης αριστεραν εις πασσαλον εξετεινεν και δεξιαν αυτης εις σφυραν κοπιωντων και εσφυροκοπησεν σισαρα διηλωσεν κεφαλην αυτου και επαταξεν διηλωσεν κροταφον αυτου

27 ανα μεσον των ποδων αυτης κατεκυλισθη επεσεν και εκοιμηθη ανα μεσον των ποδων αυτης κατακλιθεις επεσεν καθως κατεκλιθη εκει επεσεν εξοδευθεις

28 δια της θυριδος παρεκυψεν μητηρ σισαρα εκτος του τοξικου διοτι ησχυνθη αρμα αυτου διοτι εχρονισαν ποδες αρματων αυτου

29 αι σοφαι αρχουσαι αυτης απεκριθησαν προς αυτην και αυτη απεστρεψεν λογους αυτης εαυτη

30 ουχ ευρησουσιν αυτον διαμεριζοντα σκυλα οικτιρμων οικτιρησει εις κεφαλην ανδρος σκυλα βαμματων τω σισαρα σκυλα βαμματων ποικιλιας βαμματα ποικιλτων αυτα τω τραχηλω αυτου σκυλα

31 ουτως απολοιντο παντες οι εχθροι σου κυριε και οι αγαπωντες αυτον ως εξοδος ηλιου εν δυναμει αυτου και ησυχασεν η γη τεσσαρακοντα ετη

← Judges 4   Judges 6 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 627, 1675, 1679, 1756, 2709, 2781, 2851 ...

Apocalypse Revealed 51, 351, 354, 406, 501, 899

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Komentář (pdf)

Bible Study Notes Volume 2


Přeložit:
Sdílet: