Judges 19

Studovat vnitřní smysl

← Judges 18   Judges 20 →         

1 και εγενετο εν ταις ημεραις εκειναις και ουκ ην βασιλευς εν ισραηλ και εγενετο ανηρ λευιτης παροικων εν μηροις ορους εφραιμ και ελαβεν αυτω γυναικα παλλακην απο βηθλεεμ ιουδα

2 και επορευθη απ' αυτου η παλλακη αυτου και απηλθεν παρ' αυτου εις οικον πατρος αυτης εις βηθλεεμ ιουδα και ην εκει ημερας τεσσαρων μηνων

3 και ανεστη ο ανηρ αυτης και επορευθη οπισω αυτης του λαλησαι επι καρδιαν αυτης του επιστρεψαι αυτην αυτω και νεανιας αυτου μετ' αυτου και ζευγος ονων και ηδε εισηνεγκεν αυτον εις οικον πατρος αυτης και ειδεν αυτον ο πατηρ της νεανιδος και ηυφρανθη εις συναντησιν αυτου

4 και κατεσχεν αυτον ο γαμβρος αυτου ο πατηρ της νεανιδος και εκαθισεν μετ' αυτου επι τρεις ημερας και εφαγον και επιον και ηυλισθησαν εκει

5 και εγενετο τη ημερα τη τεταρτη και ωρθρισαν το πρωι και ανεστη του πορευθηναι και ειπεν ο πατηρ της νεανιδος προς τον νυμφιον αυτου στηρισον σου την καρδιαν ψωμω αρτου και μετα τουτο πορευσεσθε

6 και εκαθισεν και εφαγον οι δυο επι το αυτο και επιον και ειπεν ο πατηρ της νεανιδος προς τον ανδρα αγε δη αυλισθητι και αγαθυνθησεται η καρδια σου

7 και ανεστη ο ανηρ του πορευεσθαι και εβιασατο αυτον ο γαμβρος αυτου και εκαθισεν και ηυλισθη εκει

8 και ωρθρισεν το πρωι τη ημερα τη πεμπτη του πορευθηναι και ειπεν ο πατηρ της νεανιδος στηρισον δη την καρδιαν σου και στρατευσον εως κλιναι την ημεραν και εφαγον οι δυο

9 και ανεστη ο ανηρ του πορευθηναι αυτος και η παλλακη αυτου και ο νεανιας αυτου και ειπεν αυτω ο γαμβρος αυτου ο πατηρ της νεανιδος ιδου δη ησθενησεν η ημερα εις την εσπεραν αυλισθητι ωδε και αγαθυνθησεται η καρδια σου και ορθριειτε αυριον εις οδον υμων και πορευση εις το σκηνωμα σου

10 και ουκ ευδοκησεν ο ανηρ αυλισθηναι και ανεστη και απηλθεν και ηλθεν εως απεναντι ιεβους αυτη εστιν ιερουσαλημ και μετ' αυτου ζευγος ονων επισεσαγμενων και η παλλακη αυτου μετ' αυτου

11 και ηλθοσαν εως ιεβους και η ημερα προβεβηκει σφοδρα και ειπεν ο νεανιας προς τον κυριον αυτου δευρο δη και εκκλινωμεν εις πολιν του ιεβουσι ταυτην και αυλισθωμεν εν αυτη

12 και ειπεν προς αυτον ο κυριος αυτου ουκ εκκλινουμεν εις πολιν αλλοτριαν εν η ουκ εστιν απο υιων ισραηλ ωδε και παρελευσομεθα εως γαβαα

13 και ειπεν τω νεανια αυτου δευρο και εγγισωμεν ενι των τοπων και αυλισθησομεθα εν γαβαα η εν ραμα

14 και παρηλθον και επορευθησαν και εδυ ο ηλιος αυτοις εχομενα της γαβαα η εστιν τω βενιαμιν

15 και εξεκλιναν εκει του εισελθειν αυλισθηναι εν γαβαα και εισηλθον και εκαθισαν εν τη πλατεια της πολεως και ουκ ην ανηρ συναγων αυτους εις οικιαν αυλισθηναι

16 και ιδου ανηρ πρεσβυτης ηρχετο εξ εργων αυτου εξ αγρου εν εσπερα και ο ανηρ ην εξ ορους εφραιμ και αυτος παρωκει εν γαβαα και οι ανδρες του τοπου υιοι βενιαμιν

17 και ηρεν τους οφθαλμους αυτου και ειδεν τον οδοιπορον ανδρα εν τη πλατεια της πολεως και ειπεν ο ανηρ ο πρεσβυτης που πορευη και ποθεν ερχη

18 και ειπεν προς αυτον παραπορευομεθα ημεις απο βηθλεεμ ιουδα εως μηρων ορους εφραιμ εκειθεν εγω ειμι και επορευθην εως βηθλεεμ ιουδα και εις τον οικον μου εγω πορευομαι και ουκ εστιν ανηρ συναγων με εις την οικιαν

19 και γε αχυρα και χορτασματα εστιν τοις ονοις ημων και αρτοι και οινος εστιν εμοι και τη παιδισκη και τω νεανισκω μετα των παιδιων σου ουκ εστιν υστερημα παντος πραγματος

20 και ειπεν ο ανηρ ο πρεσβυτης ειρηνη σοι πλην παν υστερημα σου επ' εμε πλην εν τη πλατεια ου μη αυλισθηση

21 και εισηνεγκεν αυτον εις τον οικον αυτου και τοπον εποιησεν τοις ονοις και αυτοι ενιψαντο τους ποδας αυτων και εφαγον και επιον

22 αυτοι δ' αγαθυνοντες καρδιαν αυτων και ιδου ανδρες της πολεως υιοι παρανομων εκυκλωσαν την οικιαν κρουοντες επι την θυραν και ειπον προς τον ανδρα τον κυριον του οικου τον πρεσβυτην λεγοντες εξενεγκε τον ανδρα ος εισηλθεν εις την οικιαν σου ινα γνωμεν αυτον

23 και εξηλθεν προς αυτους ο ανηρ ο κυριος του οικου και ειπεν μη αδελφοι μη κακοποιησητε δη μετα το εισελθειν τον ανδρα τουτον εις την οικιαν μου μη ποιησητε την αφροσυνην ταυτην

24 ιδε η θυγατηρ μου η παρθενος και η παλλακη αυτου εξαξω αυτας και ταπεινωσατε αυτας και ποιησατε αυταις το αγαθον εν οφθαλμοις υμων και τω ανδρι τουτω ου ποιησετε το ρημα της αφροσυνης ταυτης

25 και ουκ ευδοκησαν οι ανδρες του εισακουσαι αυτου και επελαβετο ο ανηρ της παλλακης αυτου και εξηγαγεν αυτην προς αυτους εξω και εγνωσαν αυτην και ενεπαιζον εν αυτη ολην την νυκτα εως πρωι και εξαπεστειλαν αυτην ως ανεβη το πρωι

26 και ηλθεν η γυνη προς τον ορθρον και επεσεν παρα την θυραν του οικου ου ην αυτης εκει ο ανηρ εως του διαφωσαι

27 και ανεστη ο ανηρ αυτης το πρωι και ηνοιξεν τας θυρας του οικου και εξηλθεν του πορευθηναι την οδον αυτου και ιδου η γυνη η παλλακη αυτου πεπτωκυια παρα τας θυρας του οικου και αι χειρες αυτης επι το προθυρον

28 και ειπεν προς αυτην αναστα και απελθωμεν και ουκ απεκριθη οτι ην νεκρα και ελαβεν αυτην επι τον ονον και επορευθη εις τον τοπον αυτου

29 και ελαβεν την ρομφαιαν και εκρατησεν την παλλακην αυτου και εμελισεν αυτην εις δωδεκα μελη και απεστειλεν αυτα εν παντι οριω ισραηλ

30 και εγενετο πας ο βλεπων ελεγεν ουκ εγενετο και ουχ εοραται ως αυτη απο ημερας αναβασεως υιων ισραηλ εκ γης αιγυπτου και εως της ημερας ταυτης θεσθε υμιν αυτοι επ' αυτην βουλην και λαλησατε

← Judges 18   Judges 20 →
   Studovat vnitřní smysl

Exploring the Meaning of Judges 19      

Napsal(a) Rev. Julian Duckworth

The Levite’s Concubine and the Crime of Gibeah

In many ways the events in this chapter show the further deterioration of the spiritual condition of the people of Israel. It's a terrible story, much like the story of Sodom, much earlier in the Book of Genesis. It ends with some men of Gibeah – a town of Israel – seeking to have sex with a man who is a guest of one of the men of the city. This does not happen; they are instead diverted into an all-night rape of the man’s concubine, so that she is lifeless when he retrieves her body in the morning. He then cuts her up into twelve pieces and sends these throughout the whole territory of Israel.

As we have been saying, these last few chapters of the Book of Judges show clearly that once evil takes hold of a person – even a community or a country – and goes unchecked, and there is no indication of any desire to stop it or to turn from it, it will expand and poison the whole ‘body’. Then there is no distinction between what is good and evil, or between what is true and what is false, and there is no longer any active conscience left to check thoughts, desires and actions. (Arcana Caelestia 977)

The story begins… A Levite, a priest of Israel, takes a concubine from Bethlehem in Judah, but she takes part in prostitution and leaves the priest and goes to her father’s house in Bethlehem. The Levite goes to talk kindly with her, and she takes him into her father’s house where he is made welcome by her father.

The spiritual meaning of this is about a fairly mild situation of disorder and wrong which will form the beginning of all that is to happen. The Levite has a concubine. The concubine takes part in prostitution. The father’s fault seems to be that he keeps delaying the Levite’s departure. Every person lives with their own natures which produce mild disorders which can in fact become useful to us during regeneration. But allowed or left to stay unchecked, these disorders can begin to take hold. (Arcana Caelestia 8407)

The Levite keeps intending to leave, but several times the father of the concubine begs him to stay another night and detains him. Three days there becomes four, another night is spent, and on the fifth day the father urges the Levite to stay and eat and spend another night and go away early the next day. This time the Levite refuses and they leave and get to the town of Jebus, a Canaanite town which will eventually become Jerusalem.

The spiritual meaning of these delays before leaving lies in the danger of not turning away from something which is beginning to hold us and become our new normality. The father is very persuasive, but he is the father of a concubine who prostitutes herself. The Levite senses something is not right, and he insists he will leave. (Divine Providence 329)

The Levite’s servant asks for them to stay in Jebus, but the Levite refuses to stay in a foreign city and says they will go on to Gibeah or Ramah. They come to Gibeah and stay in the square as no one will take them in. An old man passes by and offers to take them into his house, and they go with him.

The spiritual point of this refusal to stay in the foreign city of Jebus but to go on to Gibeah, a city in Israel, is to bring out for us a sense of the abhorrence of what is about to happen there, and the extent of the wrong in Israel. (Apocalypse Revealed 158)

Some men of Gibeah beat on the door demanding that the man staying there come out so that they can sexually abuse him. The old man refuses but offers them his virgin daughter and the visitor’s concubine, but the men refuse. The Levite takes the concubine out of the house to the men and they rape her all night until morning.

The spiritual meaning for us of this story of the men of Gibeah and the concubine stems from the fact that no one in the entire story is blameless, apart from the virgin daughter of the old man. Everyone else is culpable. Spiritually, this reminds us that we are potentially capable of thinking about and even wanting to commit every evil and that regeneration – shunning all evils as sins against God and living in careful obedience to the Word – is the guard against this. (Divine Providence 296)

Abused and left, the concubine falls at the door of the house. In the morning the Levite sees her, bids her get ready to leave, then realises she is dead. He puts her on his donkey and goes to his house. He takes a knife and cuts the concubine into twelve pieces and sends these throughout the whole of Israel. And all who see say that no such thing has been seen since Israel came out of Egypt and end saying, ‘Consider it. Confer. Speak up!’

The spiritual meaning for us in dividing the concubine’s body in twelve parts and distributing them throughout all Israel is to do with our need to examine ourselves and see where our evils lie within us, often hidden and unknown. This is to be done in view of our actions, words, thoughts, intentions and what we might do if there were no penalty. (Divine Providence 149, 152, 278)

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 3148, 4592

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 16:8, 18:4, 5, 19:2, 4, 5, 8, 34:3, 7, 43:23

Joshua 15:8, 18:25, 28

Judges 1:21, 3:27, 6:23, 12:8, 17:6, 20:4, 5, 6, 7

Ruth 3:7

1 Samuel 11:7

Psalms 104:15, 23

Proverbs 20:18

Isaiah 10:29

Hosea 2:16, 5:8, 9:9

Romans 1:27

Hebrews 13:2

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Deborah and Barak Review Questions
Choose words from a word bank to complete sentences about the story of Deborah and Barak.
Activity | All Ages

 Dividing the Land of Canaan Review Questions
Choose words from a word bank to complete sentences about the division of the land of Canaan.
Activity | All Ages


Přeložit: