Judges 18

Studie

           |

1 εν ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ και εν ταις ημεραις εκειναις η φυλη δαν εζητει αυτη κληρονομιαν κατοικησαι οτι ουκ ενεπεσεν αυτη εως της ημερας εκεινης εν μεσω φυλων ισραηλ κληρονομια

2 και απεστειλαν οι υιοι δαν απο δημων αυτων πεντε ανδρας υιους δυναμεως απο σαραα και απο εσθαολ του κατασκεψασθαι την γην και εξιχνιασαι αυτην και ειπαν προς αυτους πορευεσθε και εξιχνιασατε την γην και ηλθον εως ορους εφραιμ εως οικου μιχαια και ηυλισθησαν εκει

3 αυτοι εν οικω μιχαια και αυτοι επεγνωσαν την φωνην του νεανισκου του λευιτου και εξεκλιναν εκει και ειπαν αυτω τις ηνεγκεν σε ωδε και τι συ ποιεις εν τω τοπω τουτω και τι σοι ωδε

4 και ειπεν προς αυτους ουτως και ουτως εποιησεν μοι μιχαιας και εμισθωσατο με και εγενομην αυτω εις ιερεα

5 και ειπαν αυτω ερωτησον δη εν τω θεω και γνωσομεθα ει ευοδωθησεται η οδος ημων εν η ημεις πορευομεθα εν αυτη

6 και ειπεν αυτοις ο ιερευς πορευεσθε εν ειρηνη ενωπιον κυριου η οδος υμων εν η πορευεσθε εν αυτη

7 και επορευθησαν οι πεντε ανδρες και ηλθον εις λαισα και ειδαν τον λαον τον εν μεσω αυτης καθημενον επ' ελπιδι ως κρισις σιδωνιων ησυχαζουσα και ουκ εστιν διατρεπων η καταισχυνων λογον εν τη γη κληρονομος εκπιεζων θησαυρου και μακραν εισιν σιδωνιων και λογον ουκ εχουσιν προς ανθρωπον

8 και ηλθον οι πεντε ανδρες προς τους αδελφους αυτων εις σαραα και εσθαολ και ειπον τοις αδελφοις αυτων τι υμεις καθησθε

9 και ειπαν αναστητε και αναβωμεν επ' αυτους οτι ειδομεν την γην και ιδου αγαθη σφοδρα και υμεις ησυχαζετε μη οκνησητε του πορευθηναι και εισελθειν του κληρονομησαι την γην

10 και ηνικα αν ελθητε εισελευσεσθε προς λαον επ' ελπιδι και η γη πλατεια οτι εδωκεν αυτην ο θεος εν χειρι υμων τοπος οπου ουκ εστιν εκει υστερημα παντος ρηματος των εν τη γη

11 και απηραν εκειθεν απο δημων του δαν απο σαραα και απο εσθαολ εξακοσιοι ανδρες εζωσμενοι σκευη παραταξεως

12 και ανεβησαν και παρενεβαλον εν καριαθιαριμ εν ιουδα δια τουτο εκληθη εν εκεινω τω τοπω παρεμβολη δαν εως της ημερας ταυτης ιδου οπισω καριαθιαριμ

13 και παρηλθον εκειθεν ορος εφραιμ και ηλθον εως οικου μιχαια

14 και απεκριθησαν οι πεντε ανδρες οι πεπορευμενοι κατασκεψασθαι την γην λαισα και ειπαν προς τους αδελφους αυτων εγνωτε οτι εστιν εν τω οικω τουτω εφωδ και θεραφιν και γλυπτον και χωνευτον και νυν γνωτε ο τι ποιησετε

15 και εξεκλιναν εκει και εισηλθον εις τον οικον του νεανισκου του λευιτου οικον μιχαια και ηρωτησαν αυτον εις ειρηνην

16 και οι εξακοσιοι ανδρες οι ανεζωσμενοι τα σκευη της παραταξεως αυτων εστωτες παρα θυρας της πυλης οι εκ των υιων δαν

17 και ανεβησαν οι πεντε ανδρες οι πορευθεντες κατασκεψασθαι την γην

18 και εισηλθον εκει εις οικον μιχαια και ο ιερευς εστως και ελαβον το γλυπτον και το εφωδ και το θεραφιν και το χωνευτον και ειπεν προς αυτους ο ιερευς τι υμεις ποιειτε

19 και ειπαν αυτω κωφευσον επιθες την χειρα σου επι το στομα σου και δευρο μεθ' ημων και γενου ημιν εις πατερα και εις ιερεα μη αγαθον ειναι σε ιερεα οικου ανδρος ενος η γενεσθαι σε ιερεα φυλης και οικου εις δημον ισραηλ

20 και ηγαθυνθη η καρδια του ιερεως και ελαβεν το εφωδ και το θεραφιν και το γλυπτον και το χωνευτον και ηλθεν εν μεσω του λαου

21 και επεστρεψαν και απηλθαν και εθηκαν τα τεκνα και την κτησιν και το βαρος εμπροσθεν αυτων

22 αυτοι εμακρυναν απο οικου μιχαια και ιδου μιχαιας και οι ανδρες οι εν ταις οικιαις ταις μετα οικου μιχαια εβοησαν και κατελαβοντο τους υιους δαν

23 και επεστρεψαν το προσωπον αυτων υιοι δαν και ειπαν τω μιχαια τι εστιν σοι οτι εβοησας

24 και ειπεν μιχαιας οτι το γλυπτον μου ο εποιησα ελαβετε και τον ιερεα και επορευθητε και τι εμοι ετι και τι τουτο λεγετε προς με τι κραζεις

25 και ειπον προς αυτον οι υιοι δαν μη ακουσθητω δη φωνη σου μεθ' ημων μηποτε συναντησωσιν εν ημιν ανδρες πικροι ψυχη και προσθησουσιν ψυχην και την ψυχην του οικου σου

26 και επορευθησαν οι υιοι δαν εις οδον αυτων και ειδεν μιχαιας οτι δυνατωτεροι εισιν υπερ αυτον και εποστρεψεν εις τον οικον αυτου

27 και οι υιοι δαν ελαβον ο εποιησεν μιχαιας και τον ιερεα ος ην αυτω και ηλθον επι λαισα επι λαον ησυχαζοντα και πεποιθοτα επ' ελπιδι και επαταξαν αυτους εν στοματι ρομφαιας και την πολιν ενεπρησαν εν πυρι

28 και ουκ ην ο ρυομενος οτι μακραν εστιν απο σιδωνιων και λογος ουκ εστιν αυτοις μετα ανθρωπου και αυτη εν τη κοιλαδι του οικου ρααβ και ωκοδομησαν την πολιν και κατεσκηνωσαν εν αυτη

29 και εκαλεσαν το ονομα της πολεως δαν εν ονοματι δαν πατρος αυτων ος ετεχθη τω ισραηλ και ουλαμαις το ονομα της πολεως το προτερον

30 και εστησαν εαυτοις οι υιοι δαν το γλυπτον και ιωναθαμ υιος γηρσομ υιος μανασση αυτος και οι υιοι αυτου ησαν ιερεις τη φυλη δαν εως ημερας αποικιας της γης

31 και εθηκαν αυτοις το γλυπτον ο εποιησεν μιχαιας πασας τας ημερας ας ην ο οικος του θεου εν σηλωμ

  
Scroll to see more.