Joshua 20

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Joshua 19   Joshua 21 →

1 και ελαλησεν κυριος τω ιησοι λεγων

2 λαλησον τοις υιοις ισραηλ λεγων δοτε τας πολεις των φυγαδευτηριων ας ειπα προς υμας δια μωυση

3 φυγαδευτηριον τω φονευτη τω παταξαντι ψυχην ακουσιως και εσονται υμιν αι πολεις φυγαδευτηριον και ουκ αποθανειται ο φονευτης υπο του αγχιστευοντος το αιμα εως αν καταστη εναντιον της συναγωγης εις κρισιν

7 και διεστειλεν την καδης εν τη γαλιλαια εν τω ορει τω νεφθαλι και συχεμ εν τω ορει τω εφραιμ και την πολιν αρβοκ αυτη εστιν χεβρων εν τω ορει τω ιουδα

8 και εν τω περαν του ιορδανου εδωκεν βοσορ εν τη ερημω εν τω πεδιω απο της φυλης ρουβην και αρημωθ εν τη γαλααδ εκ της φυλης γαδ και την γαυλων εν τη βασανιτιδι εκ της φυλης μανασση

9 αυται αι πολεις αι επικλητοι τοις υιοις ισραηλ και τω προσηλυτω τω προσκειμενω εν αυτοις καταφυγειν εκει παντι παιοντι ψυχην ακουσιως ινα μη αποθανη εν χειρι του αγχιστευοντος το αιμα εως αν καταστη εναντι της συναγωγης εις κρισιν

← Joshua 19   Joshua 21 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1441, 1616, 2909


Komentář (pdf)

Bible Study Notes Volume 2


Přeložit:
Sdílet: