Joshua 18

Studovat vnitřní smysl

← Joshua 17   Joshua 19 →         

1 και εξεκκλησιασθη πασα συναγωγη υιων ισραηλ εις σηλω και επηξαν εκει την σκηνην του μαρτυριου και η γη εκρατηθη υπ' αυτων

2 και κατελειφθησαν οι υιοι ισραηλ οι ουκ εκληρονομησαν επτα φυλαι

3 και ειπεν ιησους τοις υιοις ισραηλ εως τινος εκλυθησεσθε κληρονομησαι την γην ην εδωκεν κυριος ο θεος ημων

4 δοτε εξ υμων τρεις ανδρας εκ φυλης και ανασταντες διελθετωσαν την γην και διαγραψατωσαν αυτην εναντιον μου καθα δεησει διελειν αυτην και ηλθοσαν προς αυτον

5 και διειλεν αυτοις επτα μεριδας ιουδας στησεται αυτοις οριον απο λιβος και οι υιοι ιωσηφ στησονται αυτοις απο βορρα

6 υμεις δε μερισατε την γην επτα μεριδας και ενεγκατε προς με ωδε και εξοισω υμιν κληρον εναντι κυριου του θεου ημων

7 ου γαρ εστιν μερις τοις υιοις λευι εν υμιν ιερατεια γαρ κυριου μερις αυτου και γαδ και ρουβην και το ημισυ φυλης μανασση ελαβοσαν την κληρονομιαν αυτων περαν του ιορδανου επ' ανατολας ην εδωκεν αυτοις μωυσης ο παις κυριου

8 και ανασταντες οι ανδρες επορευθησαν και ενετειλατο ιησους τοις ανδρασιν τοις πορευομενοις χωροβατησαι την γην λεγων πορευεσθε και χωροβατησατε την γην και παραγενηθητε προς με και ωδε εξοισω υμιν κληρον εναντι κυριου εν σηλω

9 και επορευθησαν και εχωροβατησαν την γην και ειδοσαν αυτην και εγραψαν αυτην κατα πολεις αυτης επτα μεριδας εις βιβλιον και ηνεγκαν προς ιησουν

10 και ενεβαλεν αυτοις ιησους κληρον εν σηλω εναντι κυριου

11 και εξηλθεν ο κληρος φυλης βενιαμιν πρωτος κατα δημους αυτων και εξηλθεν ορια του κληρου αυτων ανα μεσον ιουδα και ανα μεσον των υιων ιωσηφ

12 και εγενηθη αυτων τα ορια απο βορρα απο του ιορδανου προσαναβησεται τα ορια κατα νωτου ιεριχω απο βορρα και αναβησεται επι το ορος επι την θαλασσαν και εσται αυτου η διεξοδος η μαδβαριτις βαιθων

13 και διελευσεται εκειθεν τα ορια λουζα επι νωτου λουζα απο λιβος αυτη εστιν βαιθηλ και καταβησεται τα ορια μααταρωθορεχ επι την ορεινην η εστιν προς λιβα βαιθωρων η κατω

14 και διελευσεται τα ορια και περιελευσεται επι το μερος το βλεπον παρα θαλασσαν απο λιβος απο του ορους επι προσωπον βαιθωρων λιβα και εσται αυτου η διεξοδος εις καριαθβααλ αυτη εστιν καριαθιαριν πολις υιων ιουδα τουτο εστιν το μερος το προς θαλασσαν

15 και μερος το προς λιβα απο μερους καριαθβααλ και διελευσεται ορια εις γασιν επι πηγην υδατος ναφθω

16 και καταβησεται τα ορια επι μερους του ορους ο εστιν κατα προσωπον ναπης ονναμ ο εστιν εκ μερους εμεκραφαιν απο βορρα και καταβησεται γαιεννα επι νωτου ιεβουσαι απο λιβος και καταβησεται επι πηγην ρωγηλ

17 και διελευσεται επι πηγην βαιθσαμυς και παρελευσεται επι γαλιλωθ η εστιν απεναντι προς αναβασιν αιθαμιν και καταβησεται επι λιθον βαιων υιων ρουβην

18 και διελευσεται κατα νωτου βαιθαραβα απο βορρα και καταβησεται

19 επι τα ορια επι νωτου βαιθαγλα απο βορρα και εσται η διεξοδος των οριων επι λοφιαν της θαλασσης των αλων επι βορραν εις μερος του ιορδανου απο λιβος ταυτα τα ορια εστιν απο λιβος

20 και ο ιορδανης οριει απο μερους ανατολων αυτη η κληρονομια υιων βενιαμιν τα ορια αυτης κυκλω κατα δημους

21 και εγενηθησαν αι πολεις των υιων βενιαμιν κατα δημους αυτων ιεριχω και βαιθεγλιω και αμεκασις

22 και βαιθαβαρα και σαρα και βησανα

23 και αιιν και φαρα και εφραθα

24 και καραφα και κεφιρα και μονι και γαβαα πολεις δεκα δυο και αι κωμαι αυτων

25 γαβαων και ραμα και βεηρωθα

26 και μασσημα και μιρων και αμωκη

27 και φιρα και καφαν και νακαν και σεληκαν και θαρεηλα

28 και ιεβους αυτη εστιν ιερουσαλημ και πολεις και γαβαωθιαριμ πολεις τρεις και δεκα και αι κωμαι αυτων αυτη η κληρονομια υιων βενιαμιν κατα δημους αυτων

← Joshua 17   Joshua 19 →
   Studovat vnitřní smysl

Exploring the Meaning of Joshua 18      

Napsal(a) Rev. Julian Duckworth

Joshua 18: The rest of the land is divided up among the 7 remaining tribes, and the tribe of Benjamin receives its lot.

After several chapters covering the allocation of the land for Reuben, Gad, Judah, Ephraim and Manasseh, there were still seven tribes to be provided for. Before this was done, Joshua gathered these seven tribes together and told them to choose three men from each tribe. These men went and surveyed the region, divided up all the land and cities into seven parts, and recorded everything in a book. Then they came back to Joshua, who cast lots to decide where the seven remaining tribes would live.

The first of the seven allocations was for the tribe of Benjamin. Benjamin was the youngest of the sons of Jacob, and he was a full brother to Joseph. Their mother, Rachel, whom Jacob had loved so much, died giving birth to Benjamin.

The city of Jerusalem was first allocated to Benjamin, but in time became more associated with Judah. In fact, these were the two tribes which later made up the kingdom of Judah, as opposed to the ten northern tribes forming the kingdom of Israel. Benjamin’s territory included the cities of Jericho, Ai and Gibeon, all of which had been significant soon after Israel crossed the River Jordan. Saul, the first king of Israel, was a Benjamite.

This story about surveying the land represents our need to know things as they truly are. This could mean many things: for example, exploring the idea of heaven, or hell, or life in this world, or a spiritual teaching such as providence. It might be to learn about justice and compassion, or true freedom. It may be our need to look honestly within ourselves and recognize some of our self-centred ways (see Swedenborg’s work, Arcana Caelestia 1612).

The Israelite’s findings about the land were recorded in a book, which really would have been a scroll. This is like our ‘book of life’, in which everything about us down to the least detail is preserved so that in eternity, we shall know who we are (see Swedenborg’s Apocalypse Explained 199). Joshua drew lots so the Lord’s will would be clear to the people of Israel.

The spiritual meaning of Benjamin needs some careful explanation. Technically, it means ’the spiritual of the celestial’, and this is our ability to understand the reason for the most loving experiences we can have. It is heightened thinking joining with heightened feeling. Benjamin was the youngest son, the special brother of Joseph, who stands for the Lord (Arcana Caelestia 4585).

With this in mind, it is useful to know that Bethlehem, the town where Jesus was born, lay in the territory of Benjamin. Bethlehem’s name means ‘house of bread’ giving us the idea of nourishment for our physical and our spiritual lives. God came into the world to bring us the food of heaven and nourishment from the Word, so that we may fight our evils and choose what is good (Arcana Caelestia 6247, 4594).

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Revealed 349


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 3708, 3858, 3862, 3923, 4556, 4592, 6396, ...

Apocalypse Revealed 361


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 417, 431, 434, 449

Jiný komentář

  Příběhy:


  Související Knihy  (see all)


Skočit na podobné biblické verše

Genesis 28:19, 35:24

Numbers 32:22

Joshua 1:6, 6:1, 9:3, 17, 12:6, 13:1, 14, 16, 17, 14:2, 5, 15:1, 5, 8, 12, 16:1, 2, 3, 4, 5, 18:13, 22, 19:29, 51, 21:2, 17, 22:19, 23:4

Judges 1:16, 21, 11:34, 18:9, 31, 19:10, 12, 13, 20:1, 21:12

1 Samuel 1:3, 19, 7:5, 6, 16, 10:26, 13:3, 17

2 Samuel 2:9, 4:2, 5:25, 21:14, 23:31

1 Kings 15:17, 22

2 Kings 23:8, 25:23

1 Chronicles 8:28, 29, 24:5

2 Chronicles 13:4

Ezra 2:26

Nehemiah 11:1, 31, 33

Psalms 78:60

Isaiah 10:29

Jeremiah 6:1, 7:12, 31:15, 40:6

Ezekiel 48:23, 29

Micah 1:10

Acts of the Apostles 7:45, 13:19

Hebrews 4:8, 11

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Dividing the Land
Coloring Page | Ages 7 - 14

 Land of Canaan Map
Coloring Page | Ages 7 - 14

 The Division of the Land
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3


Přeložit: