Jonah 4

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Jonah 3   Micah 1 →

1 και ελυπηθη ιωνας λυπην μεγαλην και συνεχυθη

2 και προσευξατο προς κυριον και ειπεν ω κυριε ουχ ουτοι οι λογοι μου ετι οντος μου εν τη γη μου δια τουτο προεφθασα του φυγειν εις θαρσις διοτι εγνων οτι συ ελεημων και οικτιρμων μακροθυμος και πολυελεος και μετανοων επι ταις κακιαις

3 και νυν δεσποτα κυριε λαβε την ψυχην μου απ' εμου οτι καλον το αποθανειν με η ζην με

4 και ειπεν κυριος προς ιωναν ει σφοδρα λελυπησαι συ

5 και εξηλθεν ιωνας εκ της πολεως και εκαθισεν απεναντι της πολεως και εποιησεν εαυτω εκει σκηνην και εκαθητο υποκατω αυτης εν σκια εως ου απιδη τι εσται τη πολει

6 και προσεταξεν κυριος ο θεος κολοκυνθη και ανεβη υπερ κεφαλης του ιωνα του ειναι σκιαν υπερανω της κεφαλης αυτου του σκιαζειν αυτω απο των κακων αυτου και εχαρη ιωνας επι τη κολοκυνθη χαραν μεγαλην

7 και προσεταξεν ο θεος σκωληκι εωθινη τη επαυριον και επαταξεν την κολοκυνθαν και απεξηρανθη

8 και εγενετο αμα τω ανατειλαι τον ηλιον και προσεταξεν ο θεος πνευματι καυσωνος συγκαιοντι και επαταξεν ο ηλιος επι την κεφαλην ιωνα και ωλιγοψυχησεν και απελεγετο την ψυχην αυτου και ειπεν καλον μοι αποθανειν με η ζην

9 και ειπεν ο θεος προς ιωναν ει σφοδρα λελυπησαι συ επι τη κολοκυνθη και ειπεν σφοδρα λελυπημαι εγω εως θανατου

10 και ειπεν κυριος συ εφεισω υπερ της κολοκυνθης υπερ ης ουκ εκακοπαθησας επ' αυτην και ουκ εξεθρεψας αυτην η εγενηθη υπο νυκτα και υπο νυκτα απωλετο

11 εγω δε ου φεισομαι υπερ νινευη της πολεως της μεγαλης εν η κατοικουσιν πλειους η δωδεκα μυριαδες ανθρωπων οιτινες ουκ εγνωσαν δεξιαν αυτων η αριστεραν αυτων και κτηνη πολλα

← Jonah 3   Micah 1 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 214


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 10441

Sacred Scripture 51

True Christianity 226


References from Swedenborg's unpublished works:

Apocalypse Explained 401, 419

Jiný komentář

  Příběhy:


  Biblická studia:



Hop to Similar Bible Verses

Genesis 4:6, 41:6

1 Kings 19:4, 21:4

Job 7:2, 15, 16

Psalms 86:15, 145:9

Ecclesiastes 7:9

Hosea 13:15

Jonah 1:2, 3:9

Matthew 2:10, 20:15

Luke 15:28

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Jonah
Article | Ages 15 - 17

 Jonah
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Jonah and the Gourd
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Jonah and the Gourd (3-5 years)
Project | Ages 4 - 6

 Jonah and the Gourd (6-8 years)
Project | Ages 7 - 10

 Jonah and the Gourd (9-11 years)
Project | Ages 11 - 14

 Jonah and the Great Fish
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 Jonah Goes to Nineveh
Worship Talk | Ages 7 - 14

 The Prophet Jonah
This article shows how the Lord tried to teach Jonah to be merciful and kind when Jonah disobeyed the Lord because of his hatred toward the Assyrians. 
Worship Talk | Ages 7 - 14


Přeložit: