Jonah 3

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Jonah 2   Jonah 4 →

1 και εγενετο λογος κυριου προς ιωναν εκ δευτερου λεγων

2 αναστηθι και πορευθητι εις νινευη την πολιν την μεγαλην και κηρυξον εν αυτη κατα το κηρυγμα το εμπροσθεν ο εγω ελαλησα προς σε

3 και ανεστη ιωνας και επορευθη εις νινευη καθως ελαλησεν κυριος η δε νινευη ην πολις μεγαλη τω θεω ωσει πορειας οδου ημερων τριων

4 και ηρξατο ιωνας του εισελθειν εις την πολιν ωσει πορειαν ημερας μιας και εκηρυξεν και ειπεν ετι τρεις ημεραι και νινευη καταστραφησεται

5 και ενεπιστευσαν οι ανδρες νινευη τω θεω και εκηρυξαν νηστειαν και ενεδυσαντο σακκους απο μεγαλου αυτων εως μικρου αυτων

6 και ηγγισεν ο λογος προς τον βασιλεα της νινευη και εξανεστη απο του θρονου αυτου και περιειλατο την στολην αυτου αφ' εαυτου και περιεβαλετο σακκον και εκαθισεν επι σποδου

7 και εκηρυχθη και ερρεθη εν τη νινευη παρα του βασιλεως και παρα των μεγιστανων αυτου λεγων οι ανθρωποι και τα κτηνη και οι βοες και τα προβατα μη γευσασθωσαν μηδεν μηδε νεμεσθωσαν μηδε υδωρ πιετωσαν

8 και περιεβαλοντο σακκους οι ανθρωποι και τα κτηνη και ανεβοησαν προς τον θεον εκτενως και απεστρεψαν εκαστος απο της οδου αυτου της πονηρας και απο της αδικιας της εν χερσιν αυτων λεγοντες

9 τις οιδεν ει μετανοησει ο θεος και αποστρεψει εξ οργης θυμου αυτου και ου μη απολωμεθα

10 και ειδεν ο θεος τα εργα αυτων οτι απεστρεψαν απο των οδων αυτων των πονηρων και μετενοησεν ο θεος επι τη κακια η ελαλησεν του ποιησαι αυτοις και ουκ εποιησεν

← Jonah 2   Jonah 4 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 213

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 588, 623, 4779, 7520, 7523, 9437, 9723 ...

Apocalypse Revealed 166, 337, 492, 567

Sacred Scripture 51

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: