Joel 3

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Joel 2   Joel 4 →

1 και εσται μετα ταυτα και εκχεω απο του πνευματος μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται και οι νεανισκοι υμων ορασεις οψονται

2 και επι τους δουλους και επι τας δουλας εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου

3 και δωσω τερατα εν τω ουρανω και επι της γης αιμα και πυρ και ατμιδα καπνου

4 ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη

5 και εσται πας ος αν επικαλεσηται το ονομα κυριου σωθησεται οτι εν τω ορει σιων και εν ιερουσαλημ εσται ανασωζομενος καθοτι ειπεν κυριος και ευαγγελιζομενοι ους κυριος προσκεκληται

← Joel 2   Joel 4 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 200

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 547, 574, 1861, 2495, 2534, 2567, 4682 ...

Apocalypse Revealed 8, 53, 332, 379, 413, 422, 704

Brief Exposition of Doctrine 78

The Lord 4, 49

Sacred Scripture 14

Heaven and Hell 119, 570

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: