Job 6

Studie

              |

1 υπολαβων δε ιωβ λεγει

2 ει γαρ τις ιστων στησαι μου την οργην τας δε οδυνας μου αραι εν ζυγω ομοθυμαδον

3 και δη αμμου παραλιας βαρυτερα εσται αλλ' ως εοικεν τα ρηματα μου εστιν φαυλα

4 βελη γαρ κυριου εν τω σωματι μου εστιν ων ο θυμος αυτων εκπινει μου το αιμα οταν αρξωμαι λαλειν κεντουσι με

5 τι γαρ μη δια κενης κεκραξεται ονος αγριος αλλ' η τα σιτα ζητων ει δε και ρηξει φωνην βους επι φατνης εχων τα βρωματα

6 ει βρωθησεται αρτος ανευ αλος ει δε και εστιν γευμα εν ρημασιν κενοις

7 ου δυναται γαρ παυσασθαι μου η ψυχη βρομον γαρ ορω τα σιτα μου ωσπερ οσμην λεοντος

8 ει γαρ δωη και ελθοι μου η αιτησις και την ελπιδα μου δωη ο κυριος

9 αρξαμενος ο κυριος τρωσατω με εις τελος δε μη με ανελετω

10 ειη δε μου πολις ταφος εφ' ης επι τειχεων ηλλομην επ' αυτης ου μη φεισωμαι ου γαρ εψευσαμην ρηματα αγια θεου μου

11 τις γαρ μου η ισχυς οτι υπομενω η τις μου ο χρονος οτι ανεχεται μου η ψυχη

12 μη ισχυς λιθων η ισχυς μου η αι σαρκες μου εισιν χαλκειαι

13 η ουκ επ' αυτω επεποιθειν βοηθεια δε απ' εμου απεστιν

14 απειπατο με ελεος επισκοπη δε κυριου υπερειδεν με

15 ου προσειδον με οι εγγυτατοι μου ωσπερ χειμαρρους εκλειπων η ωσπερ κυμα παρηλθον με

16 οιτινες με διευλαβουντο νυν επιπεπτωκασιν μοι ωσπερ χιων η κρυσταλλος πεπηγως

17 καθως τακεισα θερμης γενομενης ουκ επεγνωσθη οπερ ην

18 ουτως καγω κατελειφθην υπο παντων απωλομην δε και εξοικος εγενομην

19 ιδετε οδους θαιμανων ατραπους σαβων οι διορωντες

20 και αισχυνην οφειλησουσιν οι επι πολεσιν και χρημασιν πεποιθοτες

21 αταρ δε και υμεις επεβητε μοι ανελεημονως ωστε ιδοντες το εμον τραυμα φοβηθητε

22 τι γαρ μη τι υμας ητησα η της παρ' υμων ισχυος επιδεομαι

23 ωστε σωσαι με εξ εχθρων η εκ χειρος δυναστων ρυσασθαι με

24 διδαξατε με εγω δε κωφευσω ει τι πεπλανημαι φρασατε μοι

25 αλλ' ως εοικεν φαυλα αληθινου ρηματα ου γαρ παρ' υμων ισχυν αιτουμαι

26 ουδε ο ελεγχος υμων ρημασιν με παυσει ουδε γαρ υμων φθεγμα ρηματος ανεξομαι

27 πλην οτι επ' ορφανω επιπιπτετε εναλλεσθε δε επι φιλω υμων

28 νυνι δε εισβλεψας εις προσωπα υμων ου ψευσομαι

29 καθισατε δη και μη ειη αδικον και παλιν τω δικαιω συνερχεσθε

30 ου γαρ εστιν εν γλωσση μου αδικον η ο λαρυγξ μου ουχι συνεσιν μελετα