Job 4

Studie

           |

1 υπολαβων δε ελιφας ο θαιμανιτης λεγει

2 μη πολλακις σοι λελαληται εν κοπω ισχυν δε ρηματων σου τις υποισει

3 ει γαρ συ ενουθετησας πολλους και χειρας ασθενους παρεκαλεσας

4 ασθενουντας τε εξανεστησας ρημασιν γονασιν τε αδυνατουσιν θαρσος περιεθηκας

5 νυν δε ηκει επι σε πονος και ηψατο σου συ δε εσπουδασας

6 ποτερον ουχ ο φοβος σου εστιν εν αφροσυνη και η ελπις σου και η ακακια της οδου σου

7 μνησθητι ουν τις καθαρος ων απωλετο η ποτε αληθινοι ολορριζοι απωλοντο

8 καθ' ον τροπον ειδον τους αροτριωντας τα ατοπα οι δε σπειροντες αυτα οδυνας θεριουσιν εαυτοις

9 απο προσταγματος κυριου απολουνται απο δε πνευματος οργης αυτου αφανισθησονται

10 σθενος λεοντος φωνη δε λεαινης γαυριαμα δε δρακοντων εσβεσθη

11 μυρμηκολεων ωλετο παρα το μη εχειν βοραν σκυμνοι δε λεοντων ελιπον αλληλους

12 ει δε τι ρημα αληθινον εγεγονει εν λογοις σου ουθεν αν σοι τουτων κακον απηντησεν ποτερον ου δεξεται μου το ους εξαισια παρ' αυτου

13 φοβοι δε και ηχω νυκτερινη επιπιπτων φοβος επ' ανθρωπους

14 φρικη δε μοι συνηντησεν και τρομος και μεγαλως μου τα οστα συνεσεισεν

15 και πνευμα επι προσωπον μου επηλθεν εφριξαν δε μου τριχες και σαρκες

16 ανεστην και ουκ επεγνων ειδον και ουκ ην μορφη προ οφθαλμων μου αλλ' η αυραν και φωνην ηκουον

17 τι γαρ μη καθαρος εσται βροτος εναντιον κυριου η απο των εργων αυτου αμεμπτος ανηρ

18 ει κατα παιδων αυτου ου πιστευει κατα δε αγγελων αυτου σκολιον τι επενοησεν

19 τους δε κατοικουντας οικιας πηλινας εξ ων και αυτοι εκ του αυτου πηλου εσμεν επαισεν αυτους σητος τροπον

20 και απο πρωιθεν εως εσπερας ουκετι εισιν παρα το μη δυνασθαι αυτους εαυτοις βοηθησαι απωλοντο

21 ενεφυσησεν γαρ αυτοις και εξηρανθησαν απωλοντο παρα το μη εχειν αυτους σοφιαν