Job 34

Studie

           |

1 υπολαβων δε ελιους λεγει

2 ακουσατε μου σοφοι επισταμενοι ενωτιζεσθε το καλον

3 οτι ους λογους δοκιμαζει και λαρυγξ γευεται βρωσιν

4 κρισιν ελωμεθα εαυτοις γνωμεν ανα μεσον εαυτων ο τι καλον

5 οτι ειρηκεν ιωβ δικαιος ειμι ο κυριος απηλλαξεν μου το κριμα

6 εψευσατο δε τω κριματι μου βιαιον το βελος μου ανευ αδικιας

7 τις ανηρ ωσπερ ιωβ πινων μυκτηρισμον ωσπερ υδωρ

8 ουχ αμαρτων ουδε ασεβησας η οδου κοινωνησας μετα ποιουντων τα ανομα του πορευθηναι μετα ασεβων

9 μη γαρ ειπης οτι ουκ εσται επισκοπη ανδρος και επισκοπη αυτω παρα κυριου

10 διο συνετοι καρδιας ακουσατε μου μη μοι ειη εναντι κυριου ασεβησαι και εναντι παντοκρατορος ταραξαι το δικαιον

11 αλλα αποδιδοι ανθρωπω καθα ποιει εκαστος αυτων και εν τριβω ανδρος ευρησει αυτον

12 οιη δε τον κυριον ατοπα ποιησειν η ο παντοκρατωρ ταραξει κρισιν

13 ος εποιησεν την γην τις δε εστιν ο ποιων την υπ' ουρανον και τα ενοντα παντα

14 ει γαρ βουλοιτο συνεχειν και το πνευμα παρ' αυτω κατασχειν

15 τελευτησει πασα σαρξ ομοθυμαδον πας δε βροτος εις γην απελευσεται οθεν και επλασθη

16 ει δε μη νουθετη ακουε ταυτα ενωτιζου φωνην ρηματων

17 ιδε συ τον μισουντα ανομα και τον ολλυντα τους πονηρους οντα αιωνιον δικαιον

18 ασεβης ο λεγων βασιλει παρανομεις ασεβεστατε τοις αρχουσιν

19 ος ουκ επησχυνθη προσωπον εντιμου ουδε οιδεν τιμην θεσθαι αδροις θαυμασθηναι προσωπα αυτων

20 κενα δε αυτοις αποβησεται το κεκραγεναι και δεισθαι ανδρος εχρησαντο γαρ παρανομως εκκλινομενων αδυνατων

21 αυτος γαρ ορατης εστιν εργων ανθρωπων λεληθεν δε αυτον ουδεν ων πρασσουσιν

22 ουδε εσται τοπος του κρυβηναι τους ποιουντας τα ανομα

23 οτι ουκ επ' ανδρα θησει ετι ο γαρ κυριος παντας εφορα

24 ο καταλαμβανων ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος

25 ο γνωριζων αυτων τα εργα και στρεψει νυκτα και ταπεινωθησονται

26 εσβεσεν δε ασεβεις ορατοι δε εναντιον αυτου

27 οτι εξεκλιναν εκ νομου θεου δικαιωματα δε αυτου ουκ επεγνωσαν

28 του επαγαγειν επ' αυτον κραυγην πενητος και κραυγην πτωχων εισακουσεται

29 και αυτος ησυχιαν παρεξει και τις καταδικασεται και κρυψει προσωπον και τις οψεται αυτον και κατα εθνους και κατα ανθρωπου ομου

30 βασιλευων ανθρωπον υποκριτην απο δυσκολιας λαου

31 οτι προς τον ισχυρον ο λεγων ειληφα ουκ ενεχυρασω

32 ανευ εμαυτου οψομαι συ δειξον μοι ει αδικιαν ηργασαμην ου μη προσθησω

33 μη παρα σου αποτεισει αυτην οτι απωση οτι συ εκλεξη και ουκ εγω και τι εγνως λαλησον

34 διο συνετοι καρδιας ερουσιν ταυτα ανηρ δε σοφος ακηκοεν μου το ρημα

35 ιωβ δε ουκ εν συνεσει ελαλησεν τα δε ρηματα αυτου ουκ εν επιστημη

36 ου μην δε αλλα μαθε ιωβ μη δως ετι ανταποκρισιν ωσπερ οι αφρονες

37 ινα μη προσθωμεν εφ' αμαρτιαις ημων ανομια δε εφ' ημιν λογισθησεται πολλα λαλουντων ρηματα εναντιον του κυριου