Job 32

Studie

           |

1 ησυχασαν δε και οι τρεις φιλοι αυτου ετι αντειπειν ιωβ ην γαρ ιωβ δικαιος εναντιον αυτων

2 ωργισθη δε ελιους ο του βαραχιηλ ο βουζιτης εκ της συγγενειας ραμ της αυσιτιδος χωρας ωργισθη δε τω ιωβ σφοδρα διοτι απεφηνεν εαυτον δικαιον εναντιον κυριου

3 και κατα των τριων δε φιλων ωργισθη σφοδρα διοτι ουκ ηδυνηθησαν αποκριθηναι αντιθετα ιωβ και εθεντο αυτον ειναι ασεβη

4 ελιους δε υπεμεινεν δουναι αποκρισιν ιωβ οτι πρεσβυτεροι αυτου εισιν ημεραις

5 και ειδεν ελιους οτι ουκ εστιν αποκρισις εν στοματι των τριων ανδρων και εθυμωθη οργη αυτου

6 υπολαβων δε ελιους ο του βαραχιηλ ο βουζιτης ειπεν νεωτερος μεν ειμι τω χρονω υμεις δε εστε πρεσβυτεροι διο ησυχασα φοβηθεις του υμιν αναγγειλαι την εμαυτου επιστημην

7 ειπα δε οτι ο χρονος εστιν ο λαλων εν πολλοις δε ετεσιν οιδασιν σοφιαν

8 αλλα πνευμα εστιν εν βροτοις πνοη δε παντοκρατορος εστιν η διδασκουσα

9 ουχ οι πολυχρονιοι εισιν σοφοι ουδ' οι γεροντες οιδασιν κριμα

10 διο ειπα ακουσατε μου και αναγγελω υμιν α οιδα

11 ενωτιζεσθε μου τα ρηματα ερω γαρ υμων ακουοντων αχρι ου ετασητε λογους

12 και μεχρι υμων συνησω και ιδου ουκ ην τω ιωβ ελεγχων ανταποκρινομενος ρηματα αυτου εξ υμων

13 ινα μη ειπητε ευρομεν σοφιαν κυριω προσθεμενοι

14 ανθρωπω δε επετρεψατε λαλησαι τοιαυτα ρηματα

15 επτοηθησαν ουκ απεκριθησαν ετι επαλαιωσαν εξ αυτων λογους

16 υπεμεινα ου γαρ ελαλησαν οτι εστησαν ουκ απεκριθησαν

17 υπολαβων δε ελιους λεγει

18 παλιν λαλησω πληρης γαρ ειμι ρηματων ολεκει γαρ με το πνευμα της γαστρος

19 η δε γαστηρ μου ωσπερ ασκος γλευκους ζεων δεδεμενος η ωσπερ φυσητηρ χαλκεως ερρηγως

20 λαλησω ινα αναπαυσωμαι ανοιξας τα χειλη

21 ανθρωπον γαρ ου μη αισχυνθω αλλα μην ουδε βροτον ου μη εντραπω

22 ου γαρ επισταμαι θαυμασαι προσωπον ει δε μη και εμε σητες εδονται