Job 18

Studie

  

1 υπολαβων δε βαλδαδ ο σαυχιτης λεγει

2 μεχρι τινος ου παυση επισχες ινα και αυτοι λαλησωμεν

3 δια τι ωσπερ τετραποδα σεσιωπηκαμεν εναντιον σου

4 κεχρηται σοι οργη τι γαρ εαν συ αποθανης αοικητος η υπ' ουρανον η καταστραφησεται ορη εκ θεμελιων

5 και φως ασεβων σβεσθησεται και ουκ αποβησεται αυτων η φλοξ

6 το φως αυτου σκοτος εν διαιτη ο δε λυχνος επ' αυτω σβεσθησεται

7 θηρευσαισαν ελαχιστοι τα υπαρχοντα αυτου σφαλαι δε αυτου η βουλη

8 εμβεβληται δε ο πους αυτου εν παγιδι εν δικτυω ελιχθειη

9 ελθοισαν δε επ' αυτον παγιδες κατισχυσει επ' αυτον διψωντας

10 κεκρυπται εν τη γη σχοινιον αυτου και η συλλημψις αυτου επι τριβων

11 κυκλω ολεσαισαν αυτον οδυναι πολλοι δε περι ποδας αυτου ελθοισαν εν λιμω στενω

12 πτωμα δε αυτω ητοιμασται εξαισιον

13 βρωθειησαν αυτου κλωνες ποδων κατεδεται δε τα ωραια αυτου θανατος

14 εκραγειη δε εκ διαιτης αυτου ιασις σχοιη δε αυτον αναγκη αιτια βασιλικη

15 κατασκηνωσει εν τη σκηνη αυτου εν νυκτι αυτου κατασπαρησονται τα ευπρεπη αυτου θειω

16 υποκατωθεν αι ριζαι αυτου ξηρανθησονται και επανωθεν επιπεσειται θερισμος αυτου

17 το μνημοσυνον αυτου απολοιτο εκ γης και υπαρχει ονομα αυτω επι προσωπον εξωτερω

18 απωσειεν αυτον εκ φωτος εις σκοτος

19 ουκ εσται επιγνωστος εν λαω αυτου ουδε σεσωσμενος εν τη υπ' ουρανον ο οικος αυτου αλλ' εν τοις αυτου ζησονται ετεροι

20 επ' αυτω εστεναξαν εσχατοι πρωτους δε εσχεν θαυμα

21 ουτοι εισιν οικοι αδικων ουτος δε ο τοπος των μη ειδοτων τον κυριον