Job 16

Studie

  

1 υπολαβων δε ιωβ λεγει

2 ακηκοα τοιαυτα πολλα παρακλητορες κακων παντες

3 τι γαρ μη ταξις εστιν ρημασιν πνευματος η τι παρενοχλησει σοι οτι αποκρινη

4 καγω καθ' υμας λαλησω ει υπεκειτο γε η ψυχη υμων αντι της εμης ειτ' εναλουμαι υμιν ρημασιν κινησω δε καθ' υμων κεφαλην

5 ειη δε ισχυς εν τω στοματι μου κινησιν δε χειλεων ου φεισομαι

6 εαν γαρ λαλησω ουκ αλγησω το τραυμα εαν δε και σιωπησω τι ελαττον τρωθησομαι

7 νυν δε κατακοπον με πεποιηκεν μωρον σεσηποτα

8 και επελαβου μου εις μαρτυριον εγενηθη και ανεστη εν εμοι το ψευδος μου κατα προσωπον μου ανταπεκριθη

9 οργη χρησαμενος κατεβαλεν με εβρυξεν επ' εμε τους οδοντας βελη πειρατων αυτου επ' εμοι επεσεν

10 ακισιν οφθαλμων ενηλατο οξει επαισεν με εις σιαγονα ομοθυμαδον δε κατεδραμον επ' εμοι

11 παρεδωκεν γαρ με ο κυριος εις χειρας αδικου επι δε ασεβεσιν ερριψεν με

12 ειρηνευοντα διεσκεδασεν με λαβων με της κομης διετιλεν κατεστησεν με ωσπερ σκοπον

13 εκυκλωσαν με λογχαις βαλλοντες εις νεφρους μου ου φειδομενοι εξεχεαν εις την γην την χολην μου

14 κατεβαλον με πτωμα επι πτωματι εδραμον προς με δυναμενοι

15 σακκον ερραψα επι βυρσης μου το δε σθενος μου εν γη εσβεσθη

16 η γαστηρ μου συγκεκαυται απο κλαυθμου επι δε βλεφαροις μου σκια

17 αδικον δε ουδεν ην εν χερσιν μου ευχη δε μου καθαρα

18 γη μη επικαλυψης εφ' αιματι της σαρκος μου μηδε ειη τοπος τη κραυγη μου

19 και νυν ιδου εν ουρανοις ο μαρτυς μου ο δε συνιστωρ μου εν υψιστοις

20 αφικοιτο μου η δεησις προς κυριον εναντι δε αυτου σταζοι μου ο οφθαλμος

21 ειη δε ελεγχος ανδρι εναντι κυριου και υιος ανθρωπου τω πλησιον αυτου

22 ετη δε αριθμητα ηκασιν οδω δε η ουκ επαναστραφησομαι πορευσομαι