Job 10

Studie

              |

1 καμνων τη ψυχη μου στενων επαφησω επ' αυτον τα ρηματα μου λαλησω πικρια ψυχης μου συνεχομενος

2 και ερω προς κυριον μη με ασεβειν διδασκε και δια τι με ουτως εκρινας

3 η καλον σοι εαν αδικησω οτι απειπω εργα χειρων σου βουλη δε ασεβων προσεσχες

4 η ωσπερ βροτος ορα καθορας η καθως ορα ανθρωπος βλεψη

5 η ο βιος σου ανθρωπινος εστιν η τα ετη σου ανδρος

6 οτι ανεζητησας την ανομιαν μου και τας αμαρτιας μου εξιχνιασας

7 οιδας γαρ οτι ουκ ησεβησα αλλα τις εστιν ο εκ των χειρων σου εξαιρουμενος

8 αι χειρες σου επλασαν με και εποιησαν με μετα ταυτα μεταβαλων με επαισας

9 μνησθητι οτι πηλον με επλασας εις δε γην με παλιν αποστρεφεις

10 η ουχ ωσπερ γαλα με ημελξας ετυρωσας δε με ισα τυρω

11 δερμα και κρεας με ενεδυσας οστεοις δε και νευροις με ενειρας

12 ζωην δε και ελεος εθου παρ' εμοι η δε επισκοπη σου εφυλαξεν μου το πνευμα

13 ταυτα εχων εν σεαυτω οιδα οτι παντα δυνασαι αδυνατει δε σοι ουθεν

14 εαν τε γαρ αμαρτω φυλασσεις με απο δε ανομιας ουκ αθωον με πεποιηκας

15 εαν τε γαρ ασεβης ω οιμμοι εαν τε ω δικαιος ου δυναμαι ανακυψαι πληρης γαρ ατιμιας ειμι

16 αγρευομαι γαρ ωσπερ λεων εις σφαγην παλιν δε μεταβαλων δεινως με ολεκεις

17 επανακαινιζων επ' εμε την ετασιν μου οργη δε μεγαλη μοι εχρησω επηγαγες δε επ' εμε πειρατηρια

18 ινα τι ουν εκ κοιλιας με εξηγαγες και ουκ απεθανον οφθαλμος δε με ουκ ειδεν

19 και ωσπερ ουκ ων εγενομην δια τι γαρ εκ γαστρος εις μνημα ουκ απηλλαγην

20 η ουκ ολιγος εστιν ο χρονος του βιου μου εασον με αναπαυσασθαι μικρον

21 προ του με πορευθηναι οθεν ουκ αναστρεψω εις γην σκοτεινην και γνοφεραν

22 εις γην σκοτους αιωνιου ου ουκ εστιν φεγγος ουδε οραν ζωην βροτων