Jeremiah 48

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Jeremiah 47   Jeremiah 49 →

1 και εγενετο τω μηνι τω εβδομω ηλθεν ισμαηλ υιος ναθανιου υιου ελασα απο γενους του βασιλεως και δεκα ανδρες μετ' αυτου προς γοδολιαν εις μασσηφα και εφαγον εκει αρτον αμα

2 και ανεστη ισμαηλ και οι δεκα ανδρες οι ησαν μετ' αυτου και επαταξαν τον γοδολιαν ον κατεστησεν βασιλευς βαβυλωνος επι της γης

3 και παντας τους ιουδαιους τους οντας μετ' αυτου εν μασσηφα και παντας τους χαλδαιους τους ευρεθεντας εκει

4 και εγενετο τη ημερα τη δευτερα παταξαντος αυτου τον γοδολιαν και ανθρωπος ουκ εγνω

5 και ηλθοσαν ανδρες απο συχεμ και απο σαλημ και απο σαμαρειας ογδοηκοντα ανδρες εξυρημενοι πωγωνας και διερρηγμενοι τα ιματια και κοπτομενοι και μαναα και λιβανος εν χερσιν αυτων του εισενεγκειν εις οικον κυριου

6 και εξηλθεν εις απαντησιν αυτοις ισμαηλ αυτοι επορευοντο και εκλαιον και ειπεν αυτοις εισελθετε προς γοδολιαν

7 και εγενετο εισελθοντων αυτων εις το μεσον της πολεως εσφαξεν αυτους εις το φρεαρ

8 και δεκα ανδρες ευρεθησαν εκει και ειπαν τω ισμαηλ μη ανελης ημας οτι εισιν ημιν θησαυροι εν αγρω πυροι και κριθαι μελι και ελαιον και παρηλθεν και ουκ ανειλεν αυτους εν μεσω των αδελφων αυτων

9 και το φρεαρ εις ο ερριψεν εκει ισμαηλ παντας ους επαταξεν φρεαρ μεγα τουτο εστιν ο εποιησεν ο βασιλευς ασα απο προσωπου βαασα βασιλεως ισραηλ τουτο ενεπλησεν ισμαηλ τραυματιων

10 και απεστρεψεν ισμαηλ παντα τον λαον τον καταλειφθεντα εις μασσηφα και τας θυγατερας του βασιλεως ας παρεκατεθετο ο αρχιμαγειρος τω γοδολια υιω αχικαμ και ωχετο εις το περαν υιων αμμων

11 και ηκουσεν ιωαναν υιος καρηε και παντες οι ηγεμονες της δυναμεως οι μετ' αυτου παντα τα κακα α εποιησεν ισμαηλ

12 και ηγαγον απαν το στρατοπεδον αυτων και ωχοντο πολεμειν αυτον και ευρον αυτον επι υδατος πολλου εν γαβαων

13 και εγενετο οτε ειδον πας ο λαος ο μετα ισμαηλ τον ιωαναν και τους ηγεμονας της δυναμεως της μετ' αυτου

14 και ανεστρεψαν προς ιωαναν

15 και ισμαηλ εσωθη συν οκτω ανθρωποις και ωχετο προς τους υιους αμμων

16 και ελαβεν ιωαναν και παντες οι ηγεμονες της δυναμεως οι μετ' αυτου παντας τους καταλοιπους του λαου ους απεστρεψεν απο ισμαηλ δυνατους ανδρας εν πολεμω και τας γυναικας και τα λοιπα και τους ευνουχους ους απεστρεψεν απο γαβαων

17 και ωχοντο και εκαθισαν εν γαβηρωθ-χαμααμ την προς βηθλεεμ του πορευθηναι εισελθειν εις αιγυπτον

18 απο προσωπου των χαλδαιων οτι εφοβηθησαν απο προσωπου αυτων οτι επαταξεν ισμαηλ τον γοδολιαν ον κατεστησεν βασιλευς βαβυλωνος εν τη γη

← Jeremiah 47   Jeremiah 49 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 2468

The Inner Meaning of the Prophets and Psalms 107, 114


Další odkazy Swedenborga k této kapitole:


References from Swedenborg's unpublished works:

Apocalypse Explained 374, 1029

Jiný komentář

  Příběhy:

Hop to Similar Bible Verses

2 Samuel 2:13, 19:38

1 Kings 15:22

2 Kings 25:22, 25

Job 2:4

Proverbs 13:8

Jeremiah 16:6, 40:7, 8, 14, 42:11, 43:5, 6, 7

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Jeremiah and the Babylonians
Worship Talk | Ages 7 - 14


Přeložit: