Jeremiah 47

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Jeremiah 46   Jeremiah 48 →

1 ο λογος ο γενομενος παρα κυριου προς ιερεμιαν υστερον μετα το αποστειλαι αυτον ναβουζαρδαν τον αρχιμαγειρον τον εκ δαμαν εν τω λαβειν αυτον εν χειροπεδαις εν μεσω αποικιας ιουδα των ηγμενων εις βαβυλωνα

2 και ελαβεν αυτον ο αρχιμαγειρος και ειπεν αυτω κυριος ο θεος σου ελαλησεν τα κακα ταυτα επι τον τοπον τουτον

3 και εποιησεν κυριος οτι ημαρτετε αυτω και ουκ ηκουσατε αυτου της φωνης

4 ιδου ελυσα σε απο των χειροπεδων των επι τας χειρας σου ει καλον εναντιον σου ελθειν μετ' εμου εις βαβυλωνα ηκε και θησω τους οφθαλμους μου επι σε

5 ει δε μη αποτρεχε και αναστρεψον προς γοδολιαν υιον αχικαμ υιου σαφαν ον κατεστησεν βασιλευς βαβυλωνος εν γη ιουδα και οικησον μετ' αυτου εν μεσω του λαου εν γη ιουδα εις απαντα τα αγαθα εν οφθαλμοις σου του πορευθηναι πορευου και εδωκεν αυτω ο αρχιμαγειρος δωρα και απεστειλεν αυτον

6 και ηλθεν προς γοδολιαν εις μασσηφα και εκαθισεν εν μεσω του λαου του καταλειφθεντος εν τη γη

7 και ηκουσαν παντες οι ηγεμονες της δυναμεως της εν αγρω αυτοι και οι ανδρες αυτων οτι κατεστησεν βασιλευς βαβυλωνος τον γοδολιαν εν τη γη και παρεκατεθετο αυτω ανδρας και γυναικας αυτων ους ουκ απωκισεν εις βαβυλωνα

8 και ηλθεν προς γοδολιαν εις μασσηφα ισμαηλ υιος ναθανιου και ιωαναν υιος καρηε και σαραιας υιος θαναεμεθ και υιοι ωφε του νετωφατι και ιεζονιας υιος του μοχατι αυτοι και οι ανδρες αυτων

9 και ωμοσεν αυτοις γοδολιας και τοις ανδρασιν αυτων λεγων μη φοβηθητε απο προσωπου των παιδων των χαλδαιων κατοικησατε εν τη γη και εργασασθε τω βασιλει βαβυλωνος και βελτιον εσται υμιν

10 και ιδου εγω καθημαι εναντιον υμων εις μασσηφα στηναι κατα προσωπον των χαλδαιων οι αν ελθωσιν εφ' υμας και υμεις συναγαγετε οινον και οπωραν και συναγαγετε ελαιον και βαλετε εις τα αγγεια υμων και οικησατε εν ταις πολεσιν αις κατεκρατησατε

11 και παντες οι ιουδαιοι οι εν γη μωαβ και εν υιοις αμμων και οι εν τη ιδουμαια και οι εν παση τη γη ηκουσαν οτι εδωκεν βασιλευς βαβυλωνος καταλειμμα τω ιουδα και οτι κατεστησεν επ' αυτους τον γοδολιαν υιον αχικαμ

12 και ηλθον προς γοδολιαν εις γην ιουδα εις μασσηφα και συνηγαγον οινον και οπωραν πολλην σφοδρα και ελαιον

13 και ιωαναν υιος καρηε και παντες οι ηγεμονες της δυναμεως οι εν τοις αγροις ηλθον προς γοδολιαν εις μασσηφα

14 και ειπαν αυτω ει γνωσει γινωσκεις οτι βελισα βασιλευς υιων αμμων απεστειλεν προς σε τον ισμαηλ παταξαι σου ψυχην και ουκ επιστευσεν αυτοις γοδολιας

15 και ιωαναν ειπεν τω γοδολια κρυφαιως εν μασσηφα πορευσομαι δη και παταξω τον ισμαηλ και μηθεις γνωτω μη παταξη σου ψυχην και διασπαρη πας ιουδα οι συνηγμενοι προς σε και απολουνται οι καταλοιποι ιουδα

16 και ειπεν γοδολιας προς ιωαναν μη ποιησης το πραγμα τουτο οτι ψευδη συ λεγεις περι ισμαηλ

← Jeremiah 46   Jeremiah 48 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 1197, 8093, 9340

Apocalypse Explained 817

The Inner Meaning of the Prophets and Psalms 106, 113


Další odkazy Swedenborga k této kapitole:

Doctrine of the Lord 53

True Christianity 158

Jiný komentář

  Příběhy:

Hop to Similar Bible Verses

Joshua 18:26

1 Samuel 26:8

2 Kings 25:22

2 Chronicles 16:1

Jeremiah 11:17, 22:8, 9, 27:11, 31:15, 39:9, 11, 14, 16, 41:1, 2, 10, 11, 42:1, 7, 43:2, 5, 6, 50:7

Lamentations 2:17

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Jeremiah and the Babylonians
Worship Talk | Ages 7 - 14


Přeložit: