Jeremiah 45

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Jeremiah 44   Jeremiah 46 →

1 και ηκουσεν σαφατιας υιος μαθαν και γοδολιας υιος πασχωρ και ιωαχαλ υιος σελεμιου τους λογους ους ελαλει ιερεμιας επι τον λαον λεγων

2 ουτως ειπεν κυριος ο κατοικων εν τη πολει ταυτη αποθανειται εν ρομφαια και εν λιμω και ο εκπορευομενος προς τους χαλδαιους ζησεται και εσται η ψυχη αυτου εις ευρεμα και ζησεται

3 οτι ουτως ειπεν κυριος παραδιδομενη παραδοθησεται η πολις αυτη εις χειρας δυναμεως βασιλεως βαβυλωνος και συλλημψεται αυτην

4 και ειπαν τω βασιλει αναιρεθητω δη ο ανθρωπος εκεινος οτι αυτος εκλυει τας χειρας των ανθρωπων των πολεμουντων των καταλειπομενων εν τη πολει και τας χειρας παντος του λαου λαλων προς αυτους κατα τους λογους τουτους οτι ο ανθρωπος ουτος ου χρησμολογει ειρηνην τω λαω τουτω αλλ' η πονηρα

5 και ειπεν ο βασιλευς ιδου αυτος εν χερσιν υμων οτι ουκ ηδυνατο ο βασιλευς προς αυτους

6 και ερριψαν αυτον εις τον λακκον μελχιου υιου του βασιλεως ος ην εν τη αυλη της φυλακης και εχαλασαν αυτον εις τον λακκον και εν τω λακκω ουκ ην υδωρ αλλ' η βορβορος και ην εν τω βορβορω

7 και ηκουσεν αβδεμελεχ ο αιθιοψ και αυτος εν οικια του βασιλεως οτι εδωκαν ιερεμιαν εις τον λακκον και ο βασιλευς ην εν τη πυλη βενιαμιν

8 και εξηλθεν προς αυτον και ελαλησεν προς τον βασιλεα και ειπεν

9 επονηρευσω α εποιησας του αποκτειναι τον ανθρωπον τουτον απο προσωπου του λιμου οτι ουκ εισιν ετι αρτοι εν τη πολει

10 και ενετειλατο ο βασιλευς τω αβδεμελεχ λεγων λαβε εις τας χειρας σου εντευθεν τριακοντα ανθρωπους και αναγαγε αυτον εκ του λακκου ινα μη αποθανη

11 και ελαβεν αβδεμελεχ τους ανθρωπους και εισηλθεν εις την οικιαν του βασιλεως την υπογειον και ελαβεν εκειθεν παλαια ρακη και παλαια σχοινια και ερριψεν αυτα προς ιερεμιαν εις τον λακκον

12 και ειπεν ταυτα θες υποκατω των σχοινιων και εποιησεν ιερεμιας ουτως

13 και ειλκυσαν αυτον τοις σχοινιοις και ανηγαγον αυτον εκ του λακκου και εκαθισεν ιερεμιας εν τη αυλη της φυλακης

14 και απεστειλεν ο βασιλευς και εκαλεσεν αυτον προς εαυτον εις οικιαν ασελισι την εν οικω κυριου και ειπεν αυτω ο βασιλευς ερωτησω σε λογον και μη δη κρυψης απ' εμου ρημα

15 και ειπεν ιερεμιας τω βασιλει εαν αναγγειλω σοι ουχι θανατω με θανατωσεις και εαν συμβουλευσω σοι ου μη ακουσης μου

16 και ωμοσεν αυτω ο βασιλευς λεγων ζη κυριος ος εποιησεν ημιν την ψυχην ταυτην ει αποκτενω σε και ει δωσω σε εις χειρας των ανθρωπων τουτων

17 και ειπεν αυτω ιερεμιας ουτως ειπεν κυριος εαν εξελθων εξελθης προς ηγεμονας βασιλεως βαβυλωνος και ζησεται η ψυχη σου και η πολις αυτη ου μη κατακαυθη εν πυρι και ζηση συ και η οικια σου

18 και εαν μη εξελθης δοθησεται η πολις αυτη εις χειρας των χαλδαιων και καυσουσιν αυτην εν πυρι και συ ου μη σωθης

19 και ειπεν ο βασιλευς τω ιερεμια εγω λογον εχω των ιουδαιων των πεφευγοτων προς τους χαλδαιους μη δωσειν με εις χειρας αυτων και καταμωκησονται μου

20 και ειπεν ιερεμιας ου μη παραδωσιν σε ακουσον τον λογον κυριου ον εγω λεγω προς σε και βελτιον εσται σοι και ζησεται η ψυχη σου

21 και ει μη θελεις συ εξελθειν ουτος ο λογος ον εδειξεν μοι κυριος

22 και ιδου πασαι αι γυναικες αι καταλειφθεισαι εν οικια βασιλεως ιουδα εξηγοντο προς αρχοντας βασιλεως βαβυλωνος και αυται ελεγον ηπατησαν σε και δυνησονται σοι ανδρες ειρηνικοι σου και καταλυσουσιν εν ολισθημασιν ποδας σου απεστρεψαν απο σου

23 και τας γυναικας σου και τα τεκνα σου εξαξουσιν προς τους χαλδαιους και συ ου μη σωθης οτι εν χειρι βασιλεως βαβυλωνος συλλημφθηση και η πολις αυτη κατακαυθησεται

24 και ειπεν αυτω ο βασιλευς ανθρωπος μη γνωτω εκ των λογων τουτων και συ ου μη αποθανης

25 και εαν ακουσωσιν οι αρχοντες οτι ελαλησα σοι και ελθωσιν προς σε και ειπωσιν σοι αναγγειλον ημιν τι ελαλησεν σοι ο βασιλευς μη κρυψης αφ' ημων και ου μη ανελωμεν σε και τι ελαλησεν προς σε ο βασιλευς

26 και ερεις αυτοις ριπτω εγω το ελεος μου κατ' οφθαλμους του βασιλεως προς το μη αποστρεψαι με εις οικιαν ιωναθαν αποθανειν εκει

27 και ηλθοσαν παντες οι αρχοντες προς ιερεμιαν και ηρωτησαν αυτον και ανηγγειλεν αυτοις κατα παντας τους λογους τουτους ους ενετειλατο αυτω ο βασιλευς και απεσιωπησαν οτι ουκ ηκουσθη λογος κυριου

28 και εκαθισεν ιερεμιας εν τη αυλη της φυλακης εως χρονου ου συνελημφθη ιερουσαλημ

← Jeremiah 44   Jeremiah 46 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 104, 111

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 4728, 6669, 7102

The Lord 39, 53

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: