Jeremiah 43

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Jeremiah 42   Jeremiah 44 →

1 και εν τω ενιαυτω τω τεταρτω ιωακιμ υιου ιωσια βασιλεως ιουδα εγενηθη λογος κυριου προς με λεγων

2 λαβε σεαυτω χαρτιον βιβλιου και γραψον επ' αυτου παντας τους λογους ους εχρηματισα προς σε επι ιερουσαλημ και επι ιουδαν και επι παντα τα εθνη αφ' ης ημερας λαλησαντος μου προς σε αφ' ημερων ιωσια βασιλεως ιουδα και εως της ημερας ταυτης

3 ισως ακουσεται ο οικος ιουδα παντα τα κακα α εγω λογιζομαι ποιησαι αυτοις ινα αποστρεψωσιν απο οδου αυτων της πονηρας και ιλεως εσομαι ταις αδικιαις αυτων και ταις αμαρτιαις αυτων

4 και εκαλεσεν ιερεμιας τον βαρουχ υιον νηριου και εγραψεν απο στοματος ιερεμιου παντας τους λογους κυριου ους εχρηματισεν προς αυτον εις χαρτιον βιβλιου

5 και ενετειλατο ιερεμιας τω βαρουχ λεγων εγω φυλασσομαι ου μη δυνωμαι εισελθειν εις οικον κυριου

6 και αναγνωση εν τω χαρτιω τουτω εις τα ωτα του λαου εν οικω κυριου εν ημερα νηστειας και εν ωσι παντος ιουδα των ερχομενων εκ πολεως αυτων αναγνωση αυτοις

7 ισως πεσειται ελεος αυτων κατα προσωπον κυριου και αποστρεψουσιν εκ της οδου αυτων της πονηρας οτι μεγας ο θυμος και η οργη κυριου ην ελαλησεν επι τον λαον τουτον

8 και εποιησεν βαρουχ κατα παντα α ενετειλατο αυτω ιερεμιας του αναγνωναι εν τω βιβλιω λογους κυριου εν οικω κυριου

9 και εγενηθη εν τω ετει τω ογδοω βασιλει ιωακιμ τω μηνι τω ενατω εξεκκλησιασαν νηστειαν κατα προσωπον κυριου πας ο λαος εν ιερουσαλημ και οικος ιουδα

10 και ανεγινωσκε βαρουχ εν τω βιβλιω τους λογους ιερεμιου εν οικω κυριου εν οικω γαμαριου υιου σαφαν του γραμματεως εν τη αυλη τη επανω εν προθυροις πυλης του οικου κυριου της καινης εν ωσι παντος του λαου

11 και ηκουσεν μιχαιας υιος γαμαριου υιου σαφαν απαντας τους λογους κυριου εκ του βιβλιου

12 και κατεβη εις οικον του βασιλεως εις τον οικον του γραμματεως και ιδου εκει παντες οι αρχοντες εκαθηντο ελισαμα ο γραμματευς και δαλαιας υιος σελεμιου και ελναθαν υιος ακχοβωρ και γαμαριας υιος σαφαν και σεδεκιας υιος ανανιου και παντες οι αρχοντες

13 και ανηγγειλεν αυτοις μιχαιας παντας τους λογους ους ηκουσεν αναγινωσκοντος του βαρουχ εις τα ωτα του λαου

14 και απεστειλαν παντες οι αρχοντες προς βαρουχ υιον νηριου τον ιουδιν υιον ναθανιου υιου σελεμιου υιου χουσι λεγοντες το χαρτιον εν ω συ αναγινωσκεις εν αυτω εν ωσι του λαου λαβε αυτο εις την χειρα σου και ηκε και ελαβεν βαρουχ το χαρτιον και κατεβη προς αυτους

15 και ειπαν αυτω παλιν αναγνωθι εις τα ωτα ημων και ανεγνω βαρουχ

16 και εγενηθη ως ηκουσαν παντας τους λογους συνεβουλευσαντο εκαστος προς τον πλησιον αυτου και ειπαν αναγγελλοντες αναγγειλωμεν τω βασιλει απαντας τους λογους τουτους

17 και τον βαρουχ ηρωτησαν λεγοντες ποθεν εγραψας παντας τους λογους τουτους

18 και ειπεν βαρουχ απο στοματος αυτου ανηγγειλεν μοι ιερεμιας παντας τους λογους τουτους και εγραφον εν βιβλιω

19 και ειπαν τω βαρουχ βαδισον κατακρυβηθι συ και ιερεμιας ανθρωπος μη γνωτω που υμεις

20 και εισηλθον προς τον βασιλεα εις την αυλην και το χαρτιον εδωκαν φυλασσειν εν οικω ελισαμα και ανηγγειλαν τω βασιλει παντας τους λογους

21 και απεστειλεν ο βασιλευς τον ιουδιν λαβειν το χαρτιον και ελαβεν αυτο εξ οικου ελισαμα και ανεγνω ιουδιν εις τα ωτα του βασιλεως και εις τα ωτα παντων των αρχοντων των εστηκοτων περι τον βασιλεα

22 και ο βασιλευς εκαθητο εν οικω χειμερινω και εσχαρα πυρος κατα προσωπον αυτου

23 και εγενηθη αναγινωσκοντος ιουδιν τρεις σελιδας και τεσσαρας απετεμνεν αυτας τω ξυρω του γραμματεως και ερριπτεν εις το πυρ το επι της εσχαρας εως εξελιπεν πας ο χαρτης εις το πυρ το επι της εσχαρας

24 και ουκ εζητησαν και ου διερρηξαν τα ιματια αυτων ο βασιλευς και οι παιδες αυτου οι ακουοντες παντας τους λογους τουτους

25 και ελναθαν και γοδολιας και γαμαριας υπεθεντο τω βασιλει προς το μη κατακαυσαι το χαρτιον

26 και ενετειλατο ο βασιλευς τω ιερεμεηλ υιω του βασιλεως και τω σαραια υιω εσριηλ συλλαβειν τον βαρουχ και τον ιερεμιαν και κατεκρυβησαν

27 και εγενετο λογος κυριου προς ιερεμιαν μετα το κατακαυσαι τον βασιλεα το χαρτιον παντας τους λογους ους εγραψεν βαρουχ απο στοματος ιερεμιου λεγων

28 παλιν λαβε συ χαρτιον ετερον και γραψον παντας τους λογους τους οντας επι του χαρτιου ους κατεκαυσεν ο βασιλευς ιωακιμ

29 και ερεις ουτως ειπεν κυριος συ κατεκαυσας το χαρτιον τουτο λεγων δια τι εγραψας επ' αυτω λεγων εισπορευομενος εισπορευσεται ο βασιλευς βαβυλωνος και εξολεθρευσει την γην ταυτην και εκλειψει απ' αυτης ανθρωπος και κτηνη

30 δια τουτο ουτως ειπεν κυριος επι ιωακιμ βασιλεα ιουδα ουκ εσται αυτω καθημενος επι θρονου δαυιδ και το θνησιμαιον αυτου εσται ερριμμενον εν τω καυματι της ημερας και εν τω παγετω της νυκτος

31 και επισκεψομαι επ' αυτον και επι το γενος αυτου και επι τους παιδας αυτου και επαξω επ' αυτους και επι τους κατοικουντας ιερουσαλημ και επι γην ιουδα παντα τα κακα α ελαλησα προς αυτους και ουκ ηκουσαν

32 και ελαβεν βαρουχ χαρτιον ετερον και εγραψεν επ' αυτω απο στοματος ιερεμιου απαντας τους λογους του βιβλιου ου κατεκαυσεν ιωακιμ και ετι προσετεθησαν αυτω λογοι πλειονες ως ουτοι

← Jeremiah 42   Jeremiah 44 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 102, 109

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 3881, 4763, 9397

Apocalypse Revealed 567

The Lord 53

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: