Jeremiah 42

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Jeremiah 41   Jeremiah 43 →

1 ο λογος ο γενομενος προς ιερεμιαν παρα κυριου εν ημεραις ιωακιμ βασιλεως ιουδα λεγων

2 βαδισον εις οικον αρχαβιν και αξεις αυτους εις οικον κυριου εις μιαν των αυλων και ποτιεις αυτους οινον

3 και εξηγαγον τον ιεζονιαν υιον ιερεμιν υιου χαβασιν και τους αδελφους αυτου και τους υιους αυτου και πασαν την οικιαν αρχαβιν

4 και εισηγαγον αυτους εις οικον κυριου εις το παστοφοριον υιων ανανιου υιου γοδολιου ανθρωπου του θεου ο εστιν εγγυς του οικου των αρχοντων των επανω του οικου μαασαιου υιου σελωμ του φυλασσοντος την αυλην

5 και εδωκα κατα προσωπον αυτων κεραμιον οινου και ποτηρια και ειπα πιετε οινον

6 και ειπαν ου μη πιωμεν οινον οτι ιωναδαβ υιος ρηχαβ ο πατηρ ημων ενετειλατο ημιν λεγων ου μη πιητε οινον υμεις και οι υιοι υμων εως αιωνος

7 και οικιαν ου μη οικοδομησητε και σπερμα ου μη σπειρητε και αμπελων ουκ εσται υμιν οτι εν σκηναις οικησετε πασας τας ημερας υμων οπως αν ζησητε ημερας πολλας επι της γης εφ' ης διατριβετε υμεις επ' αυτης

8 και ηκουσαμεν της φωνης ιωναδαβ του πατρος ημων προς το μη πιειν οινον πασας τας ημερας ημων ημεις και αι γυναικες ημων και οι υιοι ημων και αι θυγατερες ημων

9 και προς το μη οικοδομειν οικιας του κατοικειν εκει και αμπελων και αγρος και σπερμα ουκ εγενετο ημιν

10 και ωκησαμεν εν σκηναις και ηκουσαμεν και εποιησαμεν κατα παντα α ενετειλατο ημιν ιωναδαβ ο πατηρ ημων

11 και εγενηθη οτε ανεβη ναβουχοδονοσορ επι την γην και ειπαμεν εισελθατε και εισελθωμεν εις ιερουσαλημ απο προσωπου της δυναμεως των χαλδαιων και απο προσωπου της δυναμεως των ασσυριων και ωκουμεν εκει

12 και εγενετο λογος κυριου προς με λεγων

13 ουτως λεγει κυριος πορευου και ειπον ανθρωπω ιουδα και τοις κατοικουσιν ιερουσαλημ ου μη λαβητε παιδειαν του ακουειν τους λογους μου

14 εστησαν ρημα υιοι ιωναδαβ υιου ρηχαβ ο ενετειλατο τοις τεκνοις αυτου προς το μη πιειν οινον και ουκ επιοσαν και εγω ελαλησα προς υμας ορθρου και ελαλησα και ουκ ηκουσατε

15 και απεστειλα προς υμας τους παιδας μου τους προφητας λεγων αποστραφητε εκαστος απο της οδου αυτου της πονηρας και βελτιω ποιησατε τα επιτηδευματα υμων και ου πορευσεσθε οπισω θεων ετερων του δουλευειν αυτοις και οικησετε επι της γης ης εδωκα υμιν και τοις πατρασιν υμων και ουκ εκλινατε τα ωτα υμων και ουκ ηκουσατε

16 και εστησαν υιοι ιωναδαβ υιου ρηχαβ την εντολην του πατρος αυτων ο δε λαος ουτος ουκ ηκουσαν μου

17 δια τουτο ουτως ειπεν κυριος ιδου εγω φερω επι ιουδαν και επι τους κατοικουντας ιερουσαλημ παντα τα κακα α ελαλησα επ' αυτους

18 δια τουτο ουτως ειπεν κυριος επειδη ηκουσαν υιοι ιωναδαβ υιου ρηχαβ την εντολην του πατρος αυτων ποιειν καθοτι ενετειλατο αυτοις ο πατηρ αυτων

19 ου μη εκλιπη ανηρ των υιων ιωναδαβ υιου ρηχαβ παρεστηκως κατα προσωπον μου πασας τας ημερας της γης

← Jeremiah 41   Jeremiah 43 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 101, 108

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 3869, 3934, 10331

Apocalypse Revealed 336, 366

The Lord 39, 53

Life 30

Ukázat odkazy z nepublikovaných děl Swedenborga

Bible Studies:

The Sorting after Death

Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: