Jeremiah 41

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Jeremiah 40   Jeremiah 42 →

1 ο λογος ο γενομενος προς ιερεμιαν παρα κυριου και ναβουχοδονοσορ βασιλευς βαβυλωνος και παν το στρατοπεδον αυτου και πασα η γη αρχης αυτου επολεμουν επι ιερουσαλημ και επι πασας τας πολεις ιουδα λεγων

2 ουτως ειπεν κυριος βαδισον προς σεδεκιαν βασιλεα ιουδα και ερεις αυτω ουτως ειπεν κυριος παραδοσει παραδοθησεται η πολις αυτη εις χειρας βασιλεως βαβυλωνος και συλλημψεται αυτην και καυσει αυτην εν πυρι

3 και συ ου μη σωθης εκ χειρος αυτου και συλλημψει συλλημφθηση και εις χειρας αυτου δοθηση και οι οφθαλμοι σου τους οφθαλμους αυτου οψονται και το στομα αυτου μετα του στοματος σου λαλησει και εις βαβυλωνα εισελευση

4 αλλα ακουσον τον λογον κυριου σεδεκια βασιλευ ιουδα ουτως λεγει κυριος

5 εν ειρηνη αποθανη και ως εκλαυσαν τους πατερας σου τους βασιλευσαντας προτερον σου κλαυσονται και σε και ω αδων κοψονται σε οτι λογον εγω ελαλησα ειπεν κυριος

6 και ελαλησεν ιερεμιας προς τον βασιλεα σεδεκιαν παντας τους λογους τουτους εν ιερουσαλημ

7 και η δυναμις βασιλεως βαβυλωνος επολεμει επι ιερουσαλημ και επι τας πολεις ιουδα επι λαχις και επι αζηκα οτι αυται κατελειφθησαν εν πολεσιν ιουδα πολεις οχυραι

8 ο λογος ο γενομενος προς ιερεμιαν παρα κυριου μετα το συντελεσαι τον βασιλεα σεδεκιαν διαθηκην προς τον λαον του καλεσαι αφεσιν

9 του εξαποστειλαι εκαστον τον παιδα αυτου και εκαστον την παιδισκην αυτου τον εβραιον και την εβραιαν ελευθερους προς το μη δουλευειν ανδρα εξ ιουδα

10 και επεστραφησαν παντες οι μεγιστανες και πας ο λαος οι εισελθοντες εν τη διαθηκη του αποστειλαι εκαστον τον παιδα αυτου και εκαστον την παιδισκην αυτου

11 και εωσαν αυτους εις παιδας και παιδισκας

12 και εγενηθη λογος κυριου προς ιερεμιαν λεγων

13 ουτως ειπεν κυριος ο θεος ισραηλ εγω εθεμην διαθηκην προς τους πατερας υμων εν τη ημερα η εξειλαμην αυτους εκ γης αιγυπτου εξ οικου δουλειας λεγων

14 οταν πληρωθη εξ ετη αποστελεις τον αδελφον σου τον εβραιον ος πραθησεται σοι και εργαται σοι εξ ετη και εξαποστελεις αυτον ελευθερον και ουκ ηκουσαν μου και ουκ εκλιναν το ους αυτων

15 και επεστρεψαν σημερον ποιησαι το ευθες προ οφθαλμων μου του καλεσαι αφεσιν εκαστον του πλησιον αυτου και συνετελεσαν διαθηκην κατα προσωπον μου εν τω οικω ου επεκληθη το ονομα μου επ' αυτω

16 και επεστρεψατε και εβεβηλωσατε το ονομα μου του επιστρεψαι εκαστον τον παιδα αυτου και εκαστον την παιδισκην αυτου ους εξαπεστειλατε ελευθερους τη ψυχη αυτων υμιν εις παιδας και παιδισκας

17 δια τουτο ουτως ειπεν κυριος υμεις ουκ ηκουσατε μου του καλεσαι αφεσιν εκαστος προς τον πλησιον αυτου ιδου εγω καλω αφεσιν υμιν εις μαχαιραν και εις τον θανατον και εις τον λιμον και δωσω υμας εις διασποραν πασαις ταις βασιλειαις της γης

18 και δωσω τους ανδρας τους παρεληλυθοτας την διαθηκην μου τους μη στησαντας την διαθηκην μου ην εποιησαν κατα προσωπον μου τον μοσχον ον εποιησαν εργαζεσθαι αυτω

19 τους αρχοντας ιουδα και τους δυναστας και τους ιερεις και τον λαον

20 και δωσω αυτους τοις εχθροις αυτων και εσται τα θνησιμαια αυτων βρωσις τοις πετεινοις του ουρανου και τοις θηριοις της γης

21 και τον σεδεκιαν βασιλεα της ιουδαιας και τους αρχοντας αυτων δωσω εις χειρας εχθρων αυτων και δυναμις βασιλεως βαβυλωνος τοις αποτρεχουσιν απ' αυτων

22 ιδου εγω συντασσω φησιν κυριος και επιστρεψω αυτους εις την γην ταυτην και πολεμησουσιν επ' αυτην και λημψονται αυτην και κατακαυσουσιν αυτην εν πυρι και τας πολεις ιουδα και δωσω αυτας ερημους απο κατοικουντων

← Jeremiah 40   Jeremiah 42 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 100, 107

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 737, 778, 988, 1862, 2567, 3448, 7102 ...

Apocalypse Revealed 32, 242, 323, 757

The Lord 39, 53

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: