Jeremiah 40

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Jeremiah 39   Jeremiah 41 →

1 και εγενετο λογος κυριου προς ιερεμιαν δευτερον και αυτος ην ετι δεδεμενος εν τη αυλη της φυλακης λεγων

2 ουτως ειπεν κυριος ποιων γην και πλασσων αυτην του ανορθωσαι αυτην κυριος ονομα αυτω

3 κεκραξον προς με και αποκριθησομαι σοι και απαγγελω σοι μεγαλα και ισχυρα α ουκ εγνως αυτα

4 οτι ουτως ειπεν κυριος ο θεος ισραηλ περι οικων της πολεως ταυτης και περι οικων βασιλεως ιουδα των καθηρημενων εις χαρακας και προμαχωνας

5 του μαχεσθαι προς τους χαλδαιους και πληρωσαι αυτην των νεκρων των ανθρωπων ους επαταξα εν οργη μου και εν θυμω μου και απεστρεψα το προσωπον μου απ' αυτων περι πασων των πονηριων αυτων

6 ιδου εγω αναγω αυτη συνουλωσιν και ιαμα και φανερωσω αυτοις εισακουειν και ιατρευσω αυτην και ποιησω αυτοις ειρηνην και πιστιν

7 και επιστρεψω την αποικιαν ιουδα και την αποικιαν ισραηλ και οικοδομησω αυτους καθως το προτερον

8 και καθαριω αυτους απο πασων των αδικιων αυτων ων ημαρτοσαν μοι και ου μη μνησθησομαι αμαρτιων αυτων ων ημαρτον μοι και απεστησαν απ' εμου

9 και εσται εις ευφροσυνην και εις αινεσιν και εις μεγαλειοτητα παντι τω λαω της γης οιτινες ακουσονται παντα τα αγαθα α εγω ποιησω και φοβηθησονται και πικρανθησονται περι παντων των αγαθων και περι πασης της ειρηνης ης εγω ποιησω αυτοις

10 ουτως ειπεν κυριος ετι ακουσθησεται εν τω τοπω τουτω ω υμεις λεγετε ερημος εστιν απο ανθρωπων και κτηνων εν πολεσιν ιουδα και εξωθεν ιερουσαλημ ταις ηρημωμεναις παρα το μη ειναι ανθρωπον και κτηνη

11 φωνη ευφροσυνης και φωνη χαρμοσυνης φωνη νυμφιου και φωνη νυμφης φωνη λεγοντων εξομολογεισθε κυριω παντοκρατορι οτι χρηστος κυριος οτι εις τον αιωνα το ελεος αυτου και εισοισουσιν δωρα εις οικον κυριου οτι αποστρεψω πασαν την αποικιαν της γης εκεινης κατα το προτερον ειπεν κυριος

12 ουτως ειπεν κυριος των δυναμεων ετι εσται εν τω τοπω τουτω τω ερημω παρα το μη ειναι ανθρωπον και κτηνος και εν πασαις ταις πολεσιν αυτου καταλυματα ποιμενων κοιταζοντων προβατα

13 εν πολεσιν της ορεινης και εν πολεσιν της σεφηλα και εν πολεσιν της ναγεβ και εν γη βενιαμιν και εν ταις κυκλω ιερουσαλημ και εν πολεσιν ιουδα ετι παρελευσεται προβατα επι χειρα αριθμουντος ειπεν κυριος

← Jeremiah 39   Jeremiah 41 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 106

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 592, 2418, 2712, 3654, 4137, 4434, 4592 ...

Apocalypse Revealed 194, 306, 361, 364, 507, 527, 567 ...

The Lord 39, 53

Sacred Scripture 87

True Christianity 252

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: