Jeremiah 16

Studovat vnitřní smysl

           

1 και συ μη λαβης γυναικα λεγει κυριος ο θεος ισραηλ

2 και ου γεννηθησεται σοι υιος ουδε θυγατηρ εν τω τοπω τουτω

3 οτι ταδε λεγει κυριος περι των υιων και περι των θυγατερων των γεννωμενων εν τω τοπω τουτω και περι των μητερων αυτων των τετοκυιων αυτους και περι των πατερων αυτων των γεγεννηκοτων αυτους εν τη γη ταυτη

4 εν θανατω νοσερω αποθανουνται ου κοπησονται και ου ταφησονται εις παραδειγμα επι προσωπου της γης εσονται και τοις θηριοις της γης και τοις πετεινοις του ουρανου εν μαχαιρα πεσουνται και εν λιμω συντελεσθησονται

5 ταδε λεγει κυριος μη εισελθης εις θιασον αυτων και μη πορευθης του κοψασθαι και μη πενθησης αυτους οτι αφεστακα την ειρηνην μου απο του λαου τουτου

6 ου μη κοψωνται αυτους ουδε εντομιδας ου μη ποιησωσιν και ου ξυρησονται

7 και ου μη κλασθη αρτος εν πενθει αυτων εις παρακλησιν επι τεθνηκοτι ου ποτιουσιν αυτον ποτηριον εις παρακλησιν επι πατρι και μητρι αυτου

8 εις οικιαν ποτου ουκ εισελευση συγκαθισαι μετ' αυτων του φαγειν και πιειν

9 διοτι ταδε λεγει κυριος ο θεος ισραηλ ιδου εγω καταλυω εκ του τοπου τουτου ενωπιον των οφθαλμων υμων και εν ταις ημεραις υμων φωνην χαρας και φωνην ευφροσυνης φωνην νυμφιου και φωνην νυμφης

10 και εσται οταν αναγγειλης τω λαω τουτω απαντα τα ρηματα ταυτα και ειπωσιν προς σε δια τι ελαλησεν κυριος εφ' ημας παντα τα κακα ταυτα τις η αδικια ημων και τις η αμαρτια ημων ην ημαρτομεν εναντι κυριου του θεου ημων

11 και ερεις αυτοις ανθ' ων εγκατελιπον με οι πατερες υμων λεγει κυριος και ωχοντο οπισω θεων αλλοτριων και εδουλευσαν αυτοις και προσεκυνησαν αυτοις και εμε εγκατελιπον και τον νομον μου ουκ εφυλαξαντο

12 και υμεις επονηρευσασθε υπερ τους πατερας υμων και ιδου υμεις πορευεσθε εκαστος οπισω των αρεστων της καρδιας υμων της πονηρας του μη υπακουειν μου

13 και απορριψω υμας απο της γης ταυτης εις την γην ην ουκ ηδειτε υμεις και οι πατερες υμων και δουλευσετε εκει θεοις ετεροις οι ου δωσουσιν υμιν ελεος

14 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ουκ ερουσιν ετι ζη κυριος ο αναγαγων τους υιους ισραηλ εκ γης αιγυπτου

15 αλλα ζη κυριος ος ανηγαγεν τον οικον ισραηλ απο γης βορρα και απο πασων των χωρων ου εξωσθησαν εκει και αποκαταστησω αυτους εις την γην αυτων ην εδωκα τοις πατρασιν αυτων

16 ιδου εγω αποστελλω τους αλεεις τους πολλους λεγει κυριος και αλιευσουσιν αυτους και μετα ταυτα αποστελω τους πολλους θηρευτας και θηρευσουσιν αυτους επανω παντος ορους και επανω παντος βουνου και εκ των τρυμαλιων των πετρων

17 οτι οι οφθαλμοι μου επι πασας τας οδους αυτων και ουκ εκρυβη τα αδικηματα αυτων απεναντι των οφθαλμων μου

18 και ανταποδωσω διπλας τας αδικιας αυτων και τας αμαρτιας αυτων εφ' αις εβεβηλωσαν την γην μου εν τοις θνησιμαιοις των βδελυγματων αυτων και εν ταις ανομιαις αυτων εν αις επλημμελησαν την κληρονομιαν μου

19 κυριε ισχυς μου και βοηθεια μου και καταφυγη μου εν ημερα κακων προς σε εθνη ηξουσιν απ' εσχατου της γης και ερουσιν ως ψευδη εκτησαντο οι πατερες ημων ειδωλα και ουκ εστιν εν αυτοις ωφελημα

20 ει ποιησει εαυτω ανθρωπος θεους και ουτοι ουκ εισιν θεοι

21 δια τουτο ιδου εγω δηλωσω αυτοις εν τω καιρω τουτω την χειρα μου και γνωριω αυτοις την δυναμιν μου και γνωσονται οτι ονομα μοι κυριος

  

   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 82


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 290, 778, 2341, 2916, 3309, 3708, 3780, ...

Apocalypse Revealed 58, 323, 336, 338, 405, 506, 507, ...

Doctrine of the Lord 4, 15, 39, 53

Doctrine of the Sacred Scripture 87

Heaven and Hell 287

Interaction of the Soul and Body 20

True Christian Religion 93, 158, 252


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 386, 405, 433, 513, 650, 659, 960, ...

An Invitation to the New Church 35

Marriage 93

Scriptural Confirmations 4, 50

Jiný komentář

  Příběhy:


Skočit na podobné biblické verše

Genesis 28:15

Exodus 20:2

Leviticus 19:27, 28, 26:30

Deuteronomy 4:28, 20:1, 26:14, 28:22

Judges 2:11, 12, 13, 19

2 Kings 19:18, 25:21

Job 10:14, 31:4, 34:22

Psalms 18:3, 33:15, 65:3, 81:7, 11, 90:8

Proverbs 5:21

Isaiah 2:2, 14:1, 25:4, 40:2, 65:7, 66:18

Jeremiah 2:11, 23, 35, 3:18, 7:11, 24, 33, 34, 8:2, 9:11, 10:3, 18, 12:15, 13:10, 14, 22, 14:8, 16, 15:2, 14, 16:5, 13, 17:17, 21:6, 22:9, 18, 28, 23:3, 7, 8, 24, 29:14, 30:3, 31:8, 32:19, 37, 33:2, 41:5, ...

Lamentations 3:17, 4:19, 5:7

Ezekiel 24:17, 36:18, 37:21

Daniel 9:10, 11

Amos 2:4, 4:2, 9:14, 15

Habakkuk 1:15

Galatians 4:8

Revelation 15:4, 18:23

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...


Přeložit: