Hosea 8

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Hosea 7   Hosea 9 →

1 εις κολπον αυτων ως γη ως αετος επ' οικον κυριου ανθ' ων παρεβησαν την διαθηκην μου και κατα του νομου μου ησεβησαν

2 εμε κεκραξονται ο θεος εγνωκαμεν σε

3 οτι ισραηλ απεστρεψατο αγαθα εχθρον κατεδιωξαν

4 εαυτοις εβασιλευσαν και ου δι' εμου ηρξαν και ουκ εγνωρισαν μοι το αργυριον αυτων και το χρυσιον αυτων εποιησαν εαυτοις ειδωλα οπως εξολεθρευθωσιν

5 αποτριψαι τον μοσχον σου σαμαρεια παρωξυνθη ο θυμος μου επ' αυτους εως τινος ου μη δυνωνται καθαρισθηναι

6 εν τω ισραηλ και αυτο τεκτων εποιησεν και ου θεος εστιν διοτι πλανων ην ο μοσχος σου σαμαρεια

7 οτι ανεμοφθορα εσπειραν και η καταστροφη αυτων εκδεξεται αυτα δραγμα ουκ εχον ισχυν του ποιησαι αλευρον εαν δε και ποιηση αλλοτριοι καταφαγονται αυτο

8 κατεποθη ισραηλ νυν εγενετο εν τοις εθνεσιν ως σκευος αχρηστον

9 οτι αυτοι ανεβησαν εις ασσυριους ανεθαλεν καθ' εαυτον εφραιμ δωρα ηγαπησαν

10 δια τουτο παραδοθησονται εν τοις εθνεσιν νυν εισδεξομαι αυτους και κοπασουσιν μικρον του χριειν βασιλεα και αρχοντας

11 οτι επληθυνεν εφραιμ θυσιαστηρια εις αμαρτιας εγενοντο αυτω θυσιαστηρια ηγαπημενα

12 καταγραψω αυτω πληθος και τα νομιμα αυτου εις αλλοτρια ελογισθησαν θυσιαστηρια τα ηγαπημενα

13 διοτι εαν θυσωσιν θυσιαν και φαγωσιν κρεα κυριος ου προσδεξεται αυτα νυν μνησθησεται τας αδικιας αυτων και εκδικησει τας αμαρτιας αυτων αυτοι εις αιγυπτον απεστρεψαν και εν ασσυριοις ακαθαρτα φαγονται

14 και επελαθετο ισραηλ του ποιησαντος αυτον και ωκοδομησαν τεμενη και ιουδας επληθυνεν πολεις τετειχισμενας και εξαποστελω πυρ εις τας πολεις αυτου και καταφαγεται τα θεμελια αυτων

← Hosea 7   Hosea 9 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 191

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 921, 1949, 3881, 5354, 9146, 9391, 9714 ...

Apocalypse Revealed 242, 343, 392

Sacred Scripture 79

Ukázat odkazy z nepublikovaných děl Swedenborga



Přeložit:
Sdílet: