Hosea 7

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Hosea 6   Hosea 8 →

1 εν τω ιασασθαι με τον ισραηλ και αποκαλυφθησεται η αδικια εφραιμ και η κακια σαμαρειας οτι ηργασαντο ψευδη και κλεπτης προς αυτον εισελευσεται εκδιδυσκων ληστης εν τη οδω αυτου

2 οπως συναδωσιν ως συναδοντες τη καρδια αυτων πασας τας κακιας αυτων εμνησθην νυν εκυκλωσεν αυτους τα διαβουλια αυτων απεναντι του προσωπου μου εγενοντο

3 εν ταις κακιαις αυτων ευφραναν βασιλεις και εν τοις ψευδεσιν αυτων αρχοντας

4 παντες μοιχευοντες ως κλιβανος καιομενος εις πεψιν κατακαυματος απο της φλογος απο φυρασεως στεατος εως του ζυμωθηναι αυτο

5 αι ημεραι των βασιλεων υμων ηρξαντο οι αρχοντες θυμουσθαι εξ οινου εξετεινεν την χειρα αυτου μετα λοιμων

6 διοτι ανεκαυθησαν ως κλιβανος αι καρδιαι αυτων εν τω καταρασσειν αυτους ολην την νυκτα υπνου εφραιμ ενεπλησθη πρωι εγενηθη ανεκαυθη ως πυρος φεγγος

7 παντες εθερμανθησαν ως κλιβανος και κατεφαγον τους κριτας αυτων παντες οι βασιλεις αυτων επεσαν ουκ ην ο επικαλουμενος εν αυτοις προς με

8 εφραιμ εν τοις λαοις αυτου συνανεμειγνυτο εφραιμ εγενετο εγκρυφιας ου μεταστρεφομενος

9 κατεφαγον αλλοτριοι την ισχυν αυτου αυτος δε ουκ επεγνω και πολιαι εξηνθησαν αυτω και αυτος ουκ εγνω

10 και ταπεινωθησεται η υβρις ισραηλ εις προσωπον αυτου και ουκ επεστρεψαν προς κυριον τον θεον αυτων και ουκ εξεζητησαν αυτον εν πασι τουτοις

11 και ην εφραιμ ως περιστερα ανους ουκ εχουσα καρδιαν αιγυπτον επεκαλειτο και εις ασσυριους επορευθησαν

12 καθως αν πορευωνται επιβαλω επ' αυτους το δικτυον μου καθως τα πετεινα του ουρανου καταξω αυτους παιδευσω αυτους εν τη ακοη της θλιψεως αυτων

13 ουαι αυτοις οτι απεπηδησαν απ' εμου δειλαιοι εισιν οτι ησεβησαν εις εμε εγω δε ελυτρωσαμην αυτους αυτοι δε κατελαλησαν κατ' εμου ψευδη

14 και ουκ εβοησαν προς με αι καρδιαι αυτων αλλ' η ωλολυζον εν ταις κοιταις αυτων επι σιτω και οινω κατετεμνοντο επαιδευθησαν εν εμοι

15 καγω κατισχυσα τους βραχιονας αυτων και εις εμε ελογισαντο πονηρα

16 απεστραφησαν εις ουθεν εγενοντο ως τοξον εντεταμενον πεσουνται εν ρομφαια οι αρχοντες αυτων δι' απαιδευσιαν γλωσσης αυτων ουτος ο φαυλισμος αυτων εν γη αιγυπτω

← Hosea 6   Hosea 8 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 190


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 870, 1165, 1186, 2588, 2799, 5354, 6377, ...

Apocalypse Revealed 164, 316, 382, 503, 624, 924

Divine Providence 284

Sacred Scripture 79

True Christianity 318, 322


References from Swedenborg's unpublished works:

Apocalypse Explained 193, 376, 481, 540, 654, 866, 1005, ...

Coronis (An Appendix to True Christian Religion) 56

Scriptural Confirmations 4, 19, 54, 99

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Deuteronomy 28:15

2 Kings 15:10, 16:7

Psalms 10:11, 12:5, 14:4, 78:57, 106:35

Proverbs 5:21

Ecclesiastes 9:12

Isaiah 12, 28:7, 29:13, 30:1, 2, 59:13, 14, 64:4, 6

Jeremiah 2:36, 3:10, 5:7, 9:1, 12:2, 14:10, 42:18

Ezekiel 12:13, 21:29

Hosea 4:11, 5:5, 7, 9, 13, 6:2, 9:3, 4, 11:7, 12:1, 2, 13:9, 14

Amos 3:9, 10

Obadiah 1:7

Micah 2:1

Zephaniah 1:6

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.


Přeložit: