Hosea 5

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Hosea 4   Hosea 6 →

1 ακουσατε ταυτα οι ιερεις και προσεχετε οικος ισραηλ και ο οικος του βασιλεως ενωτιζεσθε διοτι προς υμας εστιν το κριμα οτι παγις εγενηθητε τη σκοπια και ως δικτυον εκτεταμενον επι το ιταβυριον

2 ο οι αγρευοντες την θηραν κατεπηξαν εγω δε παιδευτης υμων

3 εγω εγνων τον εφραιμ και ισραηλ ουκ απεστιν απ' εμου διοτι νυν εξεπορνευσεν εφραιμ εμιανθη ισραηλ

4 ουκ εδωκαν τα διαβουλια αυτων του επιστρεψαι προς τον θεον αυτων οτι πνευμα πορνειας εν αυτοις εστιν τον δε κυριον ουκ επεγνωσαν

5 και ταπεινωθησεται η υβρις του ισραηλ εις προσωπον αυτου και ισραηλ και εφραιμ ασθενησουσιν εν ταις αδικιαις αυτων και ασθενησει και ιουδας μετ' αυτων

6 μετα προβατων και μοσχων πορευσονται του εκζητησαι τον κυριον και ου μη ευρωσιν αυτον οτι εξεκλινεν απ' αυτων

7 οτι τον κυριον εγκατελιπον οτι τεκνα αλλοτρια εγεννηθησαν αυτοις νυν καταφαγεται αυτους η ερυσιβη και τους κληρους αυτων

8 σαλπισατε σαλπιγγι επι τους βουνους ηχησατε επι των υψηλων κηρυξατε εν τω οικω ων εξεστη βενιαμιν

9 εφραιμ εις αφανισμον εγενετο εν ημεραις ελεγχου εν ταις φυλαις του ισραηλ εδειξα πιστα

10 εγενοντο οι αρχοντες ιουδα ως μετατιθεντες ορια επ' αυτους εκχεω ως υδωρ το ορμημα μου

11 κατεδυναστευσεν εφραιμ τον αντιδικον αυτου κατεπατησεν κριμα οτι ηρξατο πορευεσθαι οπισω των ματαιων

12 και εγω ως ταραχη τω εφραιμ και ως κεντρον τω οικω ιουδα

13 και ειδεν εφραιμ την νοσον αυτου και ιουδας την οδυνην αυτου και επορευθη εφραιμ προς ασσυριους και απεστειλεν πρεσβεις προς βασιλεα ιαριμ και αυτος ουκ ηδυνασθη ιασασθαι υμας και ου μη διαπαυση εξ υμων οδυνη

14 διοτι εγω ειμι ως πανθηρ τω εφραιμ και ως λεων τω οικω ιουδα και εγω αρπωμαι και πορευσομαι και λημψομαι και ουκ εσται ο εξαιρουμενος

15 πορευσομαι και επιστρεψω εις τον τοπον μου εως ου αφανισθωσιν και επιζητησουσιν το προσωπον μου εν θλιψει αυτων ορθριουσι προς με λεγοντες

← Hosea 4   Hosea 6 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 188

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1186, 3881, 4592, 5354, 5585, 8999, 10609

Apocalypse Revealed 134

The Lord 48

Sacred Scripture 79

True Christianity 156, 247

Ukázat odkazy z nepublikovaných děl Swedenborga

Bible Studies:

Repentance: The Verbs


Přeložit:
Sdílet: