Hosea 12

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Hosea 11   Hosea 13 →

1 εκυκλωσεν με εν ψευδει εφραιμ και εν ασεβειαις οικος ισραηλ και ιουδα νυν εγνω αυτους ο θεος και λαος αγιος κεκλησεται θεου

2 ο δε εφραιμ πονηρον πνευμα εδιωξεν καυσωνα ολην την ημεραν κενα και ματαια επληθυνεν και διαθηκην μετα ασσυριων διεθετο και ελαιον εις αιγυπτον ενεπορευετο

3 και κρισις τω κυριω προς ιουδαν του εκδικησαι τον ιακωβ κατα τας οδους αυτου και κατα τα επιτηδευματα αυτου ανταποδωσει αυτω

4 εν τη κοιλια επτερνισεν τον αδελφον αυτου και εν κοποις αυτου ενισχυσεν προς θεον

5 και ενισχυσεν μετα αγγελου και ηδυνασθη εκλαυσαν και εδεηθησαν μου εν τω οικω ων ευροσαν με και εκει ελαληθη προς αυτον

6 ο δε κυριος ο θεος ο παντοκρατωρ εσται μνημοσυνον αυτου

7 και συ εν θεω σου επιστρεψεις ελεον και κριμα φυλασσου και εγγιζε προς τον θεον σου δια παντος

8 χανααν εν χειρι αυτου ζυγος αδικιας καταδυναστευειν ηγαπησε

9 και ειπεν εφραιμ πλην πεπλουτηκα ευρηκα αναψυχην εμαυτω παντες οι πονοι αυτου ουχ ευρεθησονται αυτω δι' αδικιας ας ημαρτεν

10 εγω δε κυριος ο θεος σου ανηγαγον σε εκ γης αιγυπτου ετι κατοικιω σε εν σκηναις καθως ημερα εορτης

11 και λαλησω προς προφητας και εγω ορασεις επληθυνα και εν χερσιν προφητων ωμοιωθην

12 ει μη γαλααδ εστιν αρα ψευδεις ησαν εν γαλγαλ αρχοντες θυσιαζοντες και τα θυσιαστηρια αυτων ως χελωναι επι χερσον αγρου

13 και ανεχωρησεν ιακωβ εις πεδιον συριας και εδουλευσεν ισραηλ εν γυναικι και εν γυναικι εφυλαξατο

14 και εν προφητη ανηγαγεν κυριος τον ισραηλ εξ αιγυπτου και εν προφητη διεφυλαχθη

15 εθυμωσεν εφραιμ και παρωργισεν και το αιμα αυτου επ' αυτον εκχυθησεται και τον ονειδισμον αυτου ανταποδωσει αυτω κυριος

← Hosea 11   Hosea 13 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 194, 195


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 367, 414, 1186, 1232, 1462, 2588, 3304, ...

Apocalypse Revealed 503, 585, 624

Sacred Scripture 79

Heaven and Hell 365

True Christianity 247, 322


References from Swedenborg's unpublished works:

Apocalypse Explained 24, 236, 373, 375, 419, 624, 654, ...

Coronis (An Appendix to True Christian Religion) 56

Scriptural Confirmations 4, 9, 54, 75

Jiný komentář

  Příběhy:


  Biblická studia:


Hop to Similar Bible Verses

Genesis 25:26, 28:2, 29:20, 32:25, 35:9, 49:18

Exodus 3:15, 20:2

Leviticus 23:42

Numbers 12:6

Deuteronomy 18:15, 18, 26:5

2 Kings 17:4, 13, 18, 20, 23

2 Chronicles 21:11

Job 15:2

Psalms 49:7, 78:36

Proverbs 11:1, 30:12

Ecclesiastes 5:15

Isaiah 30:6, 56:1

Jeremiah 2:9, 5:27

Ezekiel 7:3, 8, 17:2

Hosea 4:1, 9, 15, 6:8, 7:1, 11, 8:9, 10, 11:9, 13:4, 14:2

Joel 2:12

Amos 4, 4:13, 8:5

Micah 6:2

Zechariah 7:9, 11:5

Revelation 3:17

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Inspirational Quotation - Observe Mercy and Justice
Small poster illustrating a quotation from the Word.
Picture | Ages over 12


Přeložit: