Habakkuk 2

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Habakkuk 1   Habakkuk 3 →

1 επι της φυλακης μου στησομαι και επιβησομαι επι πετραν και αποσκοπευσω του ιδειν τι λαλησει εν εμοι και τι αποκριθω επι τον ελεγχον μου

2 και απεκριθη προς με κυριος και ειπεν γραψον ορασιν και σαφως επι πυξιον οπως διωκη ο αναγινωσκων αυτα

3 διοτι ετι ορασις εις καιρον και ανατελει εις περας και ουκ εις κενον εαν υστερηση υπομεινον αυτον οτι ερχομενος ηξει και ου μη χρονιση

4 εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω ο δε δικαιος εκ πιστεως μου ζησεται

5 ο δε κατοινωμενος και καταφρονητης ανηρ αλαζων ουδεν μη περανη ος επλατυνεν καθως ο αδης την ψυχην αυτου και ουτος ως θανατος ουκ εμπιπλαμενος και επισυναξει επ' αυτον παντα τα εθνη και εισδεξεται προς αυτον παντας τους λαους

6 ουχι ταυτα παντα παραβολην κατ' αυτου λημψονται και προβλημα εις διηγησιν αυτου και ερουσιν ουαι ο πληθυνων εαυτω τα ουκ οντα αυτου εως τινος και βαρυνων τον κλοιον αυτου στιβαρως

7 οτι εξαιφνης αναστησονται δακνοντες αυτον και εκνηψουσιν οι επιβουλοι σου και εση εις διαρπαγην αυτοις

8 διοτι συ εσκυλευσας εθνη πολλα σκυλευσουσιν σε παντες οι υπολελειμμενοι λαοι δι' αιματα ανθρωπων και ασεβειας γης και πολεως και παντων των κατοικουντων αυτην

9 ω ο πλεονεκτων πλεονεξιαν κακην τω οικω αυτου του ταξαι εις υψος νοσσιαν αυτου του εκσπασθηναι εκ χειρος κακων

10 εβουλευσω αισχυνην τω οικω σου συνεπερανας λαους πολλους και εξημαρτεν η ψυχη σου

11 διοτι λιθος εκ τοιχου βοησεται και κανθαρος εκ ξυλου φθεγξεται αυτα

12 ουαι ο οικοδομων πολιν εν αιμασιν και ετοιμαζων πολιν εν αδικιαις

13 ου ταυτα εστιν παρα κυριου παντοκρατορος και εξελιπον λαοι ικανοι εν πυρι και εθνη πολλα ωλιγοψυχησαν

14 οτι πλησθησεται η γη του γνωναι την δοξαν κυριου ως υδωρ κατακαλυψει αυτους

15 ω ο ποτιζων τον πλησιον αυτου ανατροπη θολερα και μεθυσκων οπως επιβλεπη επι τα σπηλαια αυτων

16 πλησμονην ατιμιας εκ δοξης πιε και συ και διασαλευθητι και σεισθητι εκυκλωσεν επι σε ποτηριον δεξιας κυριου και συνηχθη ατιμια επι την δοξαν σου

17 διοτι ασεβεια του λιβανου καλυψει σε και ταλαιπωρια θηριων πτοησει σε δια αιματα ανθρωπων και ασεβειας γης και πολεως και παντων των κατοικουντων αυτην

18 τι ωφελει γλυπτον οτι εγλυψαν αυτο επλασαν αυτο χωνευμα φαντασιαν ψευδη οτι πεποιθεν ο πλασας επι το πλασμα αυτου του ποιησαι ειδωλα κωφα

19 ουαι ο λεγων τω ξυλω εκνηψον εξεγερθητι και τω λιθω υψωθητι και αυτο εστιν φαντασια τουτο δε εστιν ελασμα χρυσιου και αργυριου και παν πνευμα ουκ εστιν εν αυτω

20 ο δε κυριος εν ναω αγιω αυτου ευλαβεισθω απο προσωπου αυτου πασα η γη

← Habakkuk 1   Habakkuk 3 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 226

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 586, 643, 1073, 5120, 6669, 8869, 8932 ...

Apocalypse Revealed 191, 204, 213, 459, 567, 672, 721 ...

The Lord 4

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

The Book of Habakkuk


Přeložit:
Sdílet: