Genesis 8

Study

           

1 και εμνησθη ο θεος του νωε και παντων των θηριων και παντων των κτηνων και παντων των πετεινων και παντων των ερπετων οσα ην μετ' αυτου εν τη κιβωτω και επηγαγεν ο θεος πνευμα επι την γην και εκοπασεν το υδωρ

2 και επεκαλυφθησαν αι πηγαι της αβυσσου και οι καταρρακται του ουρανου και συνεσχεθη ο υετος απο του ουρανου

3 και ενεδιδου το υδωρ πορευομενον απο της γης ενεδιδου και ηλαττονουτο το υδωρ μετα πεντηκοντα και εκατον ημερας

4 και εκαθισεν η κιβωτος εν μηνι τω εβδομω εβδομη και εικαδι του μηνος επι τα ορη τα αραρατ

5 το δε υδωρ πορευομενον ηλαττονουτο εως του δεκατου μηνος εν δε τω ενδεκατω μηνι τη πρωτη του μηνος ωφθησαν αι κεφαλαι των ορεων

6 και εγενετο μετα τεσσαρακοντα ημερας ηνεωξεν νωε την θυριδα της κιβωτου ην εποιησεν

7 και απεστειλεν τον κορακα του ιδειν ει κεκοπακεν το υδωρ και εξελθων ουχ υπεστρεψεν εως του ξηρανθηναι το υδωρ απο της γης

8 και απεστειλεν την περιστεραν οπισω αυτου ιδειν ει κεκοπακεν το υδωρ απο προσωπου της γης

9 και ουχ ευρουσα η περιστερα αναπαυσιν τοις ποσιν αυτης υπεστρεψεν προς αυτον εις την κιβωτον οτι υδωρ ην επι παντι προσωπω πασης της γης και εκτεινας την χειρα αυτου ελαβεν αυτην και εισηγαγεν αυτην προς εαυτον εις την κιβωτον

10 και επισχων ετι ημερας επτα ετερας παλιν εξαπεστειλεν την περιστεραν εκ της κιβωτου

11 και ανεστρεψεν προς αυτον η περιστερα το προς εσπεραν και ειχεν φυλλον ελαιας καρφος εν τω στοματι αυτης και εγνω νωε οτι κεκοπακεν το υδωρ απο της γης

12 και επισχων ετι ημερας επτα ετερας παλιν εξαπεστειλεν την περιστεραν και ου προσεθετο του επιστρεψαι προς αυτον ετι

13 και εγενετο εν τω ενι και εξακοσιοστω ετει εν τη ζωη του νωε του πρωτου μηνος μια του μηνος εξελιπεν το υδωρ απο της γης και απεκαλυψεν νωε την στεγην της κιβωτου ην εποιησεν και ειδεν οτι εξελιπεν το υδωρ απο προσωπου της γης

14 εν δε τω μηνι τω δευτερω εβδομη και εικαδι του μηνος εξηρανθη η γη

15 και ειπεν κυριος ο θεος τω νωε λεγων

16 εξελθε εκ της κιβωτου συ και η γυνη σου και οι υιοι σου και αι γυναικες των υιων σου μετα σου

17 και παντα τα θηρια οσα εστιν μετα σου και πασα σαρξ απο πετεινων εως κτηνων και παν ερπετον κινουμενον επι της γης εξαγαγε μετα σεαυτου και αυξανεσθε και πληθυνεσθε επι της γης

18 και εξηλθεν νωε και η γυνη αυτου και οι υιοι αυτου και αι γυναικες των υιων αυτου μετ' αυτου

19 και παντα τα θηρια και παντα τα κτηνη και παν πετεινον και παν ερπετον κινουμενον επι της γης κατα γενος αυτων εξηλθοσαν εκ της κιβωτου

20 και ωκοδομησεν νωε θυσιαστηριον τω θεω και ελαβεν απο παντων των κτηνων των καθαρων και απο παντων των πετεινων των καθαρων και ανηνεγκεν ολοκαρπωσεις επι το θυσιαστηριον

21 και ωσφρανθη κυριος ο θεος οσμην ευωδιας και ειπεν κυριος ο θεος διανοηθεις ου προσθησω ετι του καταρασασθαι την γην δια τα εργα των ανθρωπων οτι εγκειται η διανοια του ανθρωπου επιμελως επι τα πονηρα εκ νεοτητος ου προσθησω ουν ετι παταξαι πασαν σαρκα ζωσαν καθως εποιησα

22 πασας τας ημερας της γης σπερμα και θερισμος ψυχος και καυμα θερος και εαρ ημεραν και νυκτα ου καταπαυσουσιν

  

Exploring the Meaning of Genesis 8      

Napsal(a) Emanuel Swedenborg

Here are some excerpts from Swedenborg's "Arcana Coelestia" that help explain the inner meaning of this chapter:

Arcana Coelestia 832. The subject which now follows in due connection is the man of the new church, who is called "Noah"; and in fact the subject is his state after temptation, even to his regeneration, and thereafter.

Arcana Coelestia 833. His first state after temptation, and his fluctuation between what is true and what is false, until truths begin to appear, is treated of (verses 1 to 5).

Arcana Coelestia 834. His second state which is threefold: first, when the truths of faith are not yet; next, when there are truths of faith together with charity; and afterwards, when the goods of charity shine forth (verses 6 to 14).

Arcana Coelestia 835. His third state, when he begins to act and think from charity, which is the first state of the regenerate (verses 15 to 19).

Arcana Coelestia 836. His fourth state, when he acts and thinks from charity, which is the second state of the regenerate (verses 20, 21).

Arcana Coelestia 837. Lastly, the new church, raised up in the place of the former is described (verses 21, 22).

    Studovat vnitřní smysl

Přeložit: