Genesis 48

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Genesis 47   Genesis 49 →

1 εγενετο δε μετα τα ρηματα ταυτα και απηγγελη τω ιωσηφ οτι ο πατηρ σου ενοχλειται και αναλαβων τους δυο υιους αυτου τον μανασση και τον εφραιμ ηλθεν προς ιακωβ

2 απηγγελη δε τω ιακωβ λεγοντες ιδου ο υιος σου ιωσηφ ερχεται προς σε και ενισχυσας ισραηλ εκαθισεν επι την κλινην

3 και ειπεν ιακωβ τω ιωσηφ ο θεος μου ωφθη μοι εν λουζα εν γη χανααν και ευλογησεν με

4 και ειπεν μοι ιδου εγω αυξανω σε και πληθυνω σε και ποιησω σε εις συναγωγας εθνων και δωσω σοι την γην ταυτην και τω σπερματι σου μετα σε εις κατασχεσιν αιωνιον

5 νυν ουν οι δυο υιοι σου οι γενομενοι σοι εν αιγυπτω προ του με ελθειν προς σε εις αιγυπτον εμοι εισιν εφραιμ και μανασση ως ρουβην και συμεων εσονται μοι

6 τα δε εκγονα α εαν γεννησης μετα ταυτα σοι εσονται επι τω ονοματι των αδελφων αυτων κληθησονται εν τοις εκεινων κληροις

7 εγω δε ηνικα ηρχομην εκ μεσοποταμιας της συριας απεθανεν ραχηλ η μητηρ σου εν γη χανααν εγγιζοντος μου κατα τον ιπποδρομον χαβραθα της γης του ελθειν εφραθα και κατωρυξα αυτην εν τη οδω του ιπποδρομου αυτη εστιν βαιθλεεμ

8 ιδων δε ισραηλ τους υιους ιωσηφ ειπεν τινες σοι ουτοι

9 ειπεν δε ιωσηφ τω πατρι αυτου υιοι μου εισιν ους εδωκεν μοι ο θεος ενταυθα και ειπεν ιακωβ προσαγαγε μοι αυτους ινα ευλογησω αυτους

10 οι δε οφθαλμοι ισραηλ εβαρυωπησαν απο του γηρους και ουκ ηδυνατο βλεπειν και ηγγισεν αυτους προς αυτον και εφιλησεν αυτους και περιελαβεν αυτους

11 και ειπεν ισραηλ προς ιωσηφ ιδου του προσωπου σου ουκ εστερηθην και ιδου εδειξεν μοι ο θεος και το σπερμα σου

12 και εξηγαγεν ιωσηφ αυτους απο των γονατων αυτου και προσεκυνησαν αυτω επι προσωπον επι της γης

13 λαβων δε ιωσηφ τους δυο υιους αυτου τον τε εφραιμ εν τη δεξια εξ αριστερων δε ισραηλ τον δε μανασση εν τη αριστερα εκ δεξιων δε ισραηλ ηγγισεν αυτους αυτω

14 εκτεινας δε ισραηλ την χειρα την δεξιαν επεβαλεν επι την κεφαλην εφραιμ ουτος δε ην ο νεωτερος και την αριστεραν επι την κεφαλην μανασση εναλλαξ τας χειρας

15 και ηυλογησεν αυτους και ειπεν ο θεος ω ευηρεστησαν οι πατερες μου εναντιον αυτου αβρααμ και ισαακ ο θεος ο τρεφων με εκ νεοτητος εως της ημερας ταυτης

16 ο αγγελος ο ρυομενος με εκ παντων των κακων ευλογησαι τα παιδια ταυτα και επικληθησεται εν αυτοις το ονομα μου και το ονομα των πατερων μου αβρααμ και ισαακ και πληθυνθειησαν εις πληθος πολυ επι της γης

17 ιδων δε ιωσηφ οτι επεβαλεν ο πατηρ την δεξιαν αυτου επι την κεφαλην εφραιμ βαρυ αυτω κατεφανη και αντελαβετο ιωσηφ της χειρος του πατρος αυτου αφελειν αυτην απο της κεφαλης εφραιμ επι την κεφαλην μανασση

18 ειπεν δε ιωσηφ τω πατρι αυτου ουχ ουτως πατερ ουτος γαρ ο πρωτοτοκος επιθες την δεξιαν σου επι την κεφαλην αυτου

19 και ουκ ηθελησεν αλλα ειπεν οιδα τεκνον οιδα και ουτος εσται εις λαον και ουτος υψωθησεται αλλα ο αδελφος αυτου ο νεωτερος μειζων αυτου εσται και το σπερμα αυτου εσται εις πληθος εθνων

20 και ευλογησεν αυτους εν τη ημερα εκεινη λεγων εν υμιν ευλογηθησεται ισραηλ λεγοντες ποιησαι σε ο θεος ως εφραιμ και ως μανασση και εθηκεν τον εφραιμ εμπροσθεν του μανασση

21 ειπεν δε ισραηλ τω ιωσηφ ιδου εγω αποθνησκω και εσται ο θεος μεθ' υμων και αποστρεψει υμας εις την γην των πατερων υμων

22 εγω δε διδωμι σοι σικιμα εξαιρετον υπερ τους αδελφους σου ην ελαβον εκ χειρος αμορραιων εν μαχαιρα μου και τοξω

← Genesis 47   Genesis 49 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 6126, 6127, 6216, 6217, 6218, 6219, 6220, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 367, 1025, 1925, 2435, 3325, 3969, 4286, ...

Apocalypse Revealed 137, 344, 351, 355

Sacred Scripture 79

True Christian Religion 247


References from Swedenborg's unpublished works:

Apocalypse Explained 130, 434, 440, 768

Jiný komentář

  Příběhy:


  Biblická studia:



Hop to Similar Bible Verses

Genesis 15:14, 16, 17:1, 6, 8, 22:15, 24:40, 25:23, 27:1, 4, 27, 28:13, 19, 33:5, 35:3, 6, 9, 19, 37:33, 35, 41:50, 51, 52, 45:26, 46:20, 47:29, 49:22

Numbers 1:32, 33, 26:34

Deuteronomy 33:17

Joshua 14:4, 17:14, 24:32

2 Samuel 4:9

1 Kings 1:29

2 Kings 13:14, 20

Psalms 34:8, 77:16, 128:6

Isaiah 63:9

Ezekiel 37:25, 47:13

Hebrews 11:21

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Israel Blesses Joseph’s Two Sons
Coloring Page | Ages 7 - 14

 Joseph's Sons
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Joseph's Sons Blessed - Level A
Complete lesson with activity choices: learn a blessing song (video demonstration), make a movable picture of Jacob blessing Ephraim and Manasseh, learn the Lord Blesses Me action rhyme (video demonstration), scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Joseph's Sons Blessed - Level B
Complete lesson with activity choices: learn a blessing song (video demonstration), make a movable picture of Jacob blessing Ephraim and Manasseh, make blessing bracelets and learn how the Lord blesses us with His truth and His love, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Joseph's Sons Blessed - Level C
Complete lesson with activity choices: act out scenarios in pairs to practice behaving with integrity, explore Joseph's character, read and reflect on a door handle sign about living in harmony with your higher self, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Joseph's Sons Blessed - Level D
Complete lesson with activity choices: share your blessings with a blessing jar, explore ways you can walk the path of integrity using Micah 6:8, experiment with different ways of walking physically and discuss the implications of walking with God, read and reflect on a door handle sign about living in harmony with your higher self, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Joseph Welcomes His Family
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Overview of Joseph a Man of Integrity Levels A B C D for Ages 3-18
Overview of the Youth Journey Program "Joseph: a man of integrity", Levels A, B, C, and D for ages 3-18.
Sunday School Lesson | Ages 3 - 18


Přeložit: