Genesis 45

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Genesis 44   Genesis 46 →

1 και ουκ ηδυνατο ιωσηφ ανεχεσθαι παντων των παρεστηκοτων αυτω αλλ' ειπεν εξαποστειλατε παντας απ' εμου και ου παρειστηκει ουδεις ετι τω ιωσηφ ηνικα ανεγνωριζετο τοις αδελφοις αυτου

2 και αφηκεν φωνην μετα κλαυθμου ηκουσαν δε παντες οι αιγυπτιοι και ακουστον εγενετο εις τον οικον φαραω

3 ειπεν δε ιωσηφ προς τους αδελφους αυτου εγω ειμι ιωσηφ ετι ο πατηρ μου ζη και ουκ εδυναντο οι αδελφοι αποκριθηναι αυτω εταραχθησαν γαρ

4 ειπεν δε ιωσηφ προς τους αδελφους αυτου εγγισατε προς με και ηγγισαν και ειπεν εγω ειμι ιωσηφ ο αδελφος υμων ον απεδοσθε εις αιγυπτον

5 νυν ουν μη λυπεισθε μηδε σκληρον υμιν φανητω οτι απεδοσθε με ωδε εις γαρ ζωην απεστειλεν με ο θεος εμπροσθεν υμων

6 τουτο γαρ δευτερον ετος λιμος επι της γης και ετι λοιπα πεντε ετη εν οις ουκ εσται αροτριασις ουδε αμητος

7 απεστειλεν γαρ με ο θεος εμπροσθεν υμων υπολειπεσθαι υμων καταλειμμα επι της γης και εκθρεψαι υμων καταλειψιν μεγαλην

8 νυν ουν ουχ υμεις με απεσταλκατε ωδε αλλ' η ο θεος και εποιησεν με ως πατερα φαραω και κυριον παντος του οικου αυτου και αρχοντα πασης γης αιγυπτου

9 σπευσαντες ουν αναβητε προς τον πατερα μου και ειπατε αυτω ταδε λεγει ο υιος σου ιωσηφ εποιησεν με ο θεος κυριον πασης γης αιγυπτου καταβηθι ουν προς με και μη μεινης

10 και κατοικησεις εν γη γεσεμ αραβιας και εση εγγυς μου συ και οι υιοι σου και οι υιοι των υιων σου τα προβατα σου και αι βοες σου και οσα σοι εστιν

11 και εκθρεψω σε εκει ετι γαρ πεντε ετη λιμος ινα μη εκτριβης συ και οι υιοι σου και παντα τα υπαρχοντα σου

12 ιδου οι οφθαλμοι υμων βλεπουσιν και οι οφθαλμοι βενιαμιν του αδελφου μου οτι το στομα μου το λαλουν προς υμας

13 απαγγειλατε ουν τω πατρι μου πασαν την δοξαν μου την εν αιγυπτω και οσα ειδετε και ταχυναντες καταγαγετε τον πατερα μου ωδε

14 και επιπεσων επι τον τραχηλον βενιαμιν του αδελφου αυτου εκλαυσεν επ' αυτω και βενιαμιν εκλαυσεν επι τω τραχηλω αυτου

15 και καταφιλησας παντας τους αδελφους αυτου εκλαυσεν επ' αυτοις και μετα ταυτα ελαλησαν οι αδελφοι αυτου προς αυτον

16 και διεβοηθη η φωνη εις τον οικον φαραω λεγοντες ηκασιν οι αδελφοι ιωσηφ εχαρη δε φαραω και η θεραπεια αυτου

17 ειπεν δε φαραω προς ιωσηφ ειπον τοις αδελφοις σου τουτο ποιησατε γεμισατε τα πορεια υμων και απελθατε εις γην χανααν

18 και παραλαβοντες τον πατερα υμων και τα υπαρχοντα υμων ηκετε προς με και δωσω υμιν παντων των αγαθων αιγυπτου και φαγεσθε τον μυελον της γης

19 συ δε εντειλαι ταυτα λαβειν αυτοις αμαξας εκ γης αιγυπτου τοις παιδιοις υμων και ταις γυναιξιν και αναλαβοντες τον πατερα υμων παραγινεσθε

20 και μη φεισησθε τοις οφθαλμοις των σκευων υμων τα γαρ παντα αγαθα αιγυπτου υμιν εσται

21 εποιησαν δε ουτως οι υιοι ισραηλ εδωκεν δε ιωσηφ αυτοις αμαξας κατα τα ειρημενα υπο φαραω του βασιλεως και εδωκεν αυτοις επισιτισμον εις την οδον

22 και πασιν εδωκεν δισσας στολας τω δε βενιαμιν εδωκεν τριακοσιους χρυσους και πεντε εξαλλασσουσας στολας

23 και τω πατρι αυτου απεστειλεν κατα τα αυτα και δεκα ονους αιροντας απο παντων των αγαθων αιγυπτου και δεκα ημιονους αιρουσας αρτους τω πατρι αυτου εις οδον

24 εξαπεστειλεν δε τους αδελφους αυτου και επορευθησαν και ειπεν αυτοις μη οργιζεσθε εν τη οδω

25 και ανεβησαν εξ αιγυπτου και ηλθον εις γην χανααν προς ιακωβ τον πατερα αυτων

26 και ανηγγειλαν αυτω λεγοντες οτι ο υιος σου ιωσηφ ζη και αυτος αρχει πασης γης αιγυπτου και εξεστη η διανοια ιακωβ ου γαρ επιστευσεν αυτοις

27 ελαλησαν δε αυτω παντα τα ρηθεντα υπο ιωσηφ οσα ειπεν αυτοις ιδων δε τας αμαξας ας απεστειλεν ιωσηφ ωστε αναλαβειν αυτον ανεζωπυρησεν το πνευμα ιακωβ του πατρος αυτων

28 ειπεν δε ισραηλ μεγα μοι εστιν ει ετι ιωσηφ ο υιος μου ζη πορευθεις οψομαι αυτον προ του αποθανειν με

← Genesis 44   Genesis 46 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 5867, 5868, 5869, 5870, 5871, 5872, 5876, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 4286, 4592, 5710, 5873, 5874, 5875, 5882, ...

Doctrine of the Lord 47

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 27:28, 33:4, 37:28, 41:37, 41, 43, 42:23, 24, 29, 43:34, 45:8, 26, 46:5, 28, 30, 34, 47:1, 4, 6, 12, 48:11, 50:19, 20, 21

Judges 14:12, 17:10

Esther 4:14, 10:3

Psalms 105:17

Proverbs 25:25

Isaiah 22:21

Zechariah 12:10

Luke 24:11, 39

Acts of the Apostles 7:13, 14

2 Corinthians 2:7

1 John 1:1

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Bring an Offering of Thanksgiving
Worship Talk | Ages 7 - 14

 Dramatize the Story of Joseph Receiving His Brothers
Retell the story or read selected portions from the Word as the children dramatize the story of the brothers going to Egypt and being reunited with Joseph. 
Activity | Ages 4 - 10

 Family Worship: The Joseph Story
Religion Lesson | All Ages

 Food for the Soul
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 Joseph Forgives His Brothers
If we love the Lord and try to obey His commandments, He will be with us to turn even our bad experiences into things that are good for us, that will prepare us for heaven.
Worship Talk | Ages 7 - 14

 Joseph Is Reunited with Brothers
This lesson discusses a story from the Word and suggests projects and activities for young children.
Sunday School Lesson | Ages 4 - 6

 Joseph Reveals Himself - Level A
Complete lesson with activity choices: sing an action song about Joseph's family reunion (video demonstration), make a trifold picture that shows Joseph revealing himself to his brothers, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Joseph Reveals Himself - Level B
Complete lesson with activity choices: try a water experiment to see how the Lord's forgiveness works (video demonstration), make a trifold picture that shows Joseph revealing himself to his brothers, do a "wrinkled heart" activity to show how hard it can be to heal hurt feelings, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Joseph Reveals Himself - Level C
Complete lesson with activity choices: watch and discuss a video about what Benjamin represents and how we need that quality in our lives, read several scenarios written in the style of news headlines and consider whether various actions should be forgiven or whether another response is called for, read a door handle sign with the Prayer of Saint Francis reflect on how you can forgive others, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Joseph Reveals Himself - Level D
Complete lesson with activity choices: watch and discuss a video about what Benjamin represents and how we need that quality in our lives, consider how true ideas can connect us with the Lord and help us get to heaven, read a door handle sign with the Prayer of Saint Francis reflect on how you can forgive others, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Joseph Welcomes His Family
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 The Story of Joseph
Examining the life and character of Joseph teaches us about how the Lord leads each of our lives.
Worship Talk | Ages over 18


Přeložit: