Genesis 44

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Genesis 43   Genesis 45 →

1 και ενετειλατο ιωσηφ τω οντι επι της οικιας αυτου λεγων πλησατε τους μαρσιππους των ανθρωπων βρωματων οσα εαν δυνωνται αραι και εμβαλατε εκαστου το αργυριον επι του στοματος του μαρσιππου

2 και το κονδυ μου το αργυρουν εμβαλατε εις τον μαρσιππον του νεωτερου και την τιμην του σιτου αυτου εγενηθη δε κατα το ρημα ιωσηφ καθως ειπεν

3 το πρωι διεφαυσεν και οι ανθρωποι απεσταλησαν αυτοι και οι ονοι αυτων

4 εξελθοντων δε αυτων την πολιν ουκ απεσχον μακραν και ιωσηφ ειπεν τω επι της οικιας αυτου αναστας επιδιωξον οπισω των ανθρωπων και καταλημψη αυτους και ερεις αυτοις τι οτι ανταπεδωκατε πονηρα αντι καλων

5 ινα τι εκλεψατε μου το κονδυ το αργυρουν ου τουτο εστιν εν ω πινει ο κυριος μου αυτος δε οιωνισμω οιωνιζεται εν αυτω πονηρα συντετελεσθε α πεποιηκατε

6 ευρων δε αυτους ειπεν αυτοις κατα τα ρηματα ταυτα

7 οι δε ειπον αυτω ινα τι λαλει ο κυριος κατα τα ρηματα ταυτα μη γενοιτο τοις παισιν σου ποιησαι κατα το ρημα τουτο

8 ει το μεν αργυριον ο ευρομεν εν τοις μαρσιπποις ημων απεστρεψαμεν προς σε εκ γης χανααν πως αν κλεψαιμεν εκ του οικου του κυριου σου αργυριον η χρυσιον

9 παρ' ω αν ευρεθη το κονδυ των παιδων σου αποθνησκετω και ημεις δε εσομεθα παιδες τω κυριω ημων

10 ο δε ειπεν και νυν ως λεγετε ουτως εσται ο ανθρωπος παρ' ω αν ευρεθη το κονδυ αυτος εσται μου παις υμεις δε εσεσθε καθαροι

11 και εσπευσαν και καθειλαν εκαστος τον μαρσιππον αυτου επι την γην και ηνοιξαν εκαστος τον μαρσιππον αυτου

12 ηρευνα δε απο του πρεσβυτερου αρξαμενος εως ηλθεν επι τον νεωτερον και ευρεν το κονδυ εν τω μαρσιππω τω βενιαμιν

13 και διερρηξαν τα ιματια αυτων και επεθηκαν εκαστος τον μαρσιππον αυτου επι τον ονον αυτου και επεστρεψαν εις την πολιν

14 εισηλθεν δε ιουδας και οι αδελφοι αυτου προς ιωσηφ ετι αυτου οντος εκει και επεσον εναντιον αυτου επι την γην

15 ειπεν δε αυτοις ιωσηφ τι το πραγμα τουτο ο εποιησατε ουκ οιδατε οτι οιωνισμω οιωνιειται ανθρωπος οιος εγω

16 ειπεν δε ιουδας τι αντερουμεν τω κυριω η τι λαλησωμεν η τι δικαιωθωμεν ο δε θεος ευρεν την αδικιαν των παιδων σου ιδου εσμεν οικεται τω κυριω ημων και ημεις και παρ' ω ευρεθη το κονδυ

17 ειπεν δε ιωσηφ μη μοι γενοιτο ποιησαι το ρημα τουτο ο ανθρωπος παρ' ω ευρεθη το κονδυ αυτος εσται μου παις υμεις δε αναβητε μετα σωτηριας προς τον πατερα υμων

18 εγγισας δε αυτω ιουδας ειπεν δεομαι κυριε λαλησατω ο παις σου ρημα εναντιον σου και μη θυμωθης τω παιδι σου οτι συ ει μετα φαραω

19 κυριε συ ηρωτησας τους παιδας σου λεγων ει εχετε πατερα η αδελφον

20 και ειπαμεν τω κυριω εστιν ημιν πατηρ πρεσβυτερος και παιδιον γηρως νεωτερον αυτω και ο αδελφος αυτου απεθανεν αυτος δε μονος υπελειφθη τη μητρι αυτου ο δε πατηρ αυτον ηγαπησεν

21 ειπας δε τοις παισιν σου καταγαγετε αυτον προς με και επιμελουμαι αυτου

22 και ειπαμεν τω κυριω ου δυνησεται το παιδιον καταλιπειν τον πατερα εαν δε καταλιπη τον πατερα αποθανειται

23 συ δε ειπας τοις παισιν σου εαν μη καταβη ο αδελφος υμων ο νεωτερος μεθ' υμων ου προσθησεσθε ετι ιδειν το προσωπον μου

24 εγενετο δε ηνικα ανεβημεν προς τον παιδα σου πατερα δε ημων απηγγειλαμεν αυτω τα ρηματα του κυριου

25 ειπεν δε ημιν ο πατηρ ημων βαδισατε παλιν αγορασατε ημιν μικρα βρωματα

26 ημεις δε ειπαμεν ου δυνησομεθα καταβηναι αλλ' ει μεν ο αδελφος ημων ο νεωτερος καταβαινει μεθ' ημων καταβησομεθα ου γαρ δυνησομεθα ιδειν το προσωπον του ανθρωπου του αδελφου του νεωτερου μη οντος μεθ' ημων

27 ειπεν δε ο παις σου ο πατηρ ημων προς ημας υμεις γινωσκετε οτι δυο ετεκεν μοι η γυνη

28 και εξηλθεν ο εις απ' εμου και ειπατε οτι θηριοβρωτος γεγονεν και ουκ ειδον αυτον ετι και νυν

29 εαν ουν λαβητε και τουτον εκ προσωπου μου και συμβη αυτω μαλακια εν τη οδω και καταξετε μου το γηρας μετα λυπης εις αδου

30 νυν ουν εαν εισπορευωμαι προς τον παιδα σου πατερα δε ημων και το παιδαριον μη η μεθ' ημων η δε ψυχη αυτου εκκρεμαται εκ της τουτου ψυχης

31 και εσται εν τω ιδειν αυτον μη ον το παιδαριον μεθ' ημων τελευτησει και καταξουσιν οι παιδες σου το γηρας του παιδος σου πατρος δε ημων μετ' οδυνης εις αδου

32 ο γαρ παις σου εκδεδεκται το παιδιον παρα του πατρος λεγων εαν μη αγαγω αυτον προς σε και στησω αυτον εναντιον σου ημαρτηκως εσομαι προς τον πατερα πασας τας ημερας

33 νυν ουν παραμενω σοι παις αντι του παιδιου οικετης του κυριου το δε παιδιον αναβητω μετα των αδελφων

34 πως γαρ αναβησομαι προς τον πατερα του παιδιου μη οντος μεθ' ημων ινα μη ιδω τα κακα α ευρησει τον πατερα μου

← Genesis 43   Genesis 45 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 5728, 5729, 5730, 5731, 5732, 5733, 5734, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 5609, 5736, 5737, 5738, 5742, 5743, 5744, ...

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 18:30, 32, 31:32, 37:3, 7, 9, 29, 33, 34, 35, 42:4, 15, 20, 21, 25, 35, 43:2, 7, 9, 18, 21, 33, 46:19, 22

Exodus 32:22

Numbers 23

1 Samuel 18:1

2 Samuel 24:17

1 Kings 17:18

Ezra 9:10

Esther 8:6

Psalms 7:4

Luke 12:2

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Dramatize the Story of Joseph Receiving His Brothers
Retell the story or read selected portions from the Word as the children dramatize the story of the brothers going to Egypt and being reunited with Joseph. 
Activity | Ages 4 - 10

 Food for the Soul
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 Joseph's Cup Found - Level A
Complete lesson with activity choices: make a special cup for Joseph, have your own feast with some foods that were eaten in ancient Egypt, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Joseph's Cup Found - Level B
Complete lesson with activity choices: make a special cup for Joseph, play Brothers Bingo to help you learn the names of all Joseph's brothers, sing a song to learn the names of the sons of Israel (video), scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Joseph's Cup Found - Level C
Complete lesson with activity choices: service activity of preparing food for your congregation, explore the idea of what honesty is in the Joseph story and in your own life with skits, read and reflect on a door handle sign about being honest and shunning deceit, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Joseph's Cup Found - Level D
Complete lesson with activity choices: service activity of making care bags for a person or family in need, explore how taking responsibility for one's actions in 4 different stages can be a turning point in "Turn and Live", read and reflect on a door handle sign about being honest and shunning deceit, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Joseph Welcomes His Family
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Overview of Joseph a Man of Integrity Levels A B C D for Ages 3-18
Overview of the Youth Journey Program "Joseph: a man of integrity", Levels A, B, C, and D for ages 3-18.
Sunday School Lesson | Ages 3 - 18


Přeložit: