Genesis 39

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Genesis 38   Genesis 40 →

1 ιωσηφ δε κατηχθη εις αιγυπτον και εκτησατο αυτον πετεφρης ο ευνουχος φαραω αρχιμαγειρος ανηρ αιγυπτιος εκ χειρος ισμαηλιτων οι κατηγαγον αυτον εκει

2 και ην κυριος μετα ιωσηφ και ην ανηρ επιτυγχανων και εγενετο εν τω οικω παρα τω κυριω τω αιγυπτιω

3 ηδει δε ο κυριος αυτου οτι κυριος μετ' αυτου και οσα αν ποιη κυριος ευοδοι εν ταις χερσιν αυτου

4 και ευρεν ιωσηφ χαριν εναντιον του κυριου αυτου ευηρεστει δε αυτω και κατεστησεν αυτον επι του οικου αυτου και παντα οσα ην αυτω εδωκεν δια χειρος ιωσηφ

5 εγενετο δε μετα το κατασταθηναι αυτον επι του οικου αυτου και επι παντα οσα ην αυτω και ηυλογησεν κυριος τον οικον του αιγυπτιου δια ιωσηφ και εγενηθη ευλογια κυριου εν πασιν τοις υπαρχουσιν αυτω εν τω οικω και εν τω αγρω

6 και επετρεψεν παντα οσα ην αυτω εις χειρας ιωσηφ και ουκ ηδει των καθ' εαυτον ουδεν πλην του αρτου ου ησθιεν αυτος και ην ιωσηφ καλος τω ειδει και ωραιος τη οψει σφοδρα

7 και εγενετο μετα τα ρηματα ταυτα και επεβαλεν η γυνη του κυριου αυτου τους οφθαλμους αυτης επι ιωσηφ και ειπεν κοιμηθητι μετ' εμου

8 ο δε ουκ ηθελεν ειπεν δε τη γυναικι του κυριου αυτου ει ο κυριος μου ου γινωσκει δι' εμε ουδεν εν τω οικω αυτου και παντα οσα εστιν αυτω εδωκεν εις τας χειρας μου

9 και ουχ υπερεχει εν τη οικια ταυτη ουθεν εμου ουδε υπεξηρηται απ' εμου ουδεν πλην σου δια το σε γυναικα αυτου ειναι και πως ποιησω το ρημα το πονηρον τουτο και αμαρτησομαι εναντιον του θεου

10 ηνικα δε ελαλει τω ιωσηφ ημεραν εξ ημερας και ουχ υπηκουσεν αυτη καθευδειν μετ' αυτης του συγγενεσθαι αυτη

11 εγενετο δε τοιαυτη τις ημερα εισηλθεν ιωσηφ εις την οικιαν ποιειν τα εργα αυτου και ουθεις ην των εν τη οικια εσω

12 και επεσπασατο αυτον των ιματιων λεγουσα κοιμηθητι μετ' εμου και καταλιπων τα ιματια αυτου εν ταις χερσιν αυτης εφυγεν και εξηλθεν εξω

13 και εγενετο ως ειδεν οτι κατελιπεν τα ιματια αυτου εν ταις χερσιν αυτης και εφυγεν και εξηλθεν εξω

14 και εκαλεσεν τους οντας εν τη οικια και ειπεν αυτοις λεγουσα ιδετε εισηγαγεν ημιν παιδα εβραιον εμπαιζειν ημιν εισηλθεν προς με λεγων κοιμηθητι μετ' εμου και εβοησα φωνη μεγαλη

15 εν δε τω ακουσαι αυτον οτι υψωσα την φωνην μου και εβοησα καταλιπων τα ιματια αυτου παρ' εμοι εφυγεν και εξηλθεν εξω

16 και καταλιμπανει τα ιματια παρ' εαυτη εως ηλθεν ο κυριος εις τον οικον αυτου

17 και ελαλησεν αυτω κατα τα ρηματα ταυτα λεγουσα εισηλθεν προς με ο παις ο εβραιος ον εισηγαγες προς ημας εμπαιξαι μοι και ειπεν μοι κοιμηθησομαι μετα σου

18 ως δε ηκουσεν οτι υψωσα την φωνην μου και εβοησα κατελιπεν τα ιματια αυτου παρ' εμοι και εφυγεν και εξηλθεν εξω

19 εγενετο δε ως ηκουσεν ο κυριος αυτου τα ρηματα της γυναικος αυτου οσα ελαλησεν προς αυτον λεγουσα ουτως εποιησεν μοι ο παις σου και εθυμωθη οργη

20 και λαβων ο κυριος ιωσηφ ενεβαλεν αυτον εις το οχυρωμα εις τον τοπον εν ω οι δεσμωται του βασιλεως κατεχονται εκει εν τω οχυρωματι

21 και ην κυριος μετα ιωσηφ και κατεχεεν αυτου ελεος και εδωκεν αυτω χαριν εναντιον του αρχιδεσμοφυλακος

22 και εδωκεν ο αρχιδεσμοφυλαξ το δεσμωτηριον δια χειρος ιωσηφ και παντας τους απηγμενους οσοι εν τω δεσμωτηριω και παντα οσα ποιουσιν εκει

23 ουκ ην ο αρχιδεσμοφυλαξ του δεσμωτηριου γινωσκων δι' αυτον ουθεν παντα γαρ ην δια χειρος ιωσηφ δια το τον κυριον μετ' αυτου ειναι και οσα αυτος εποιει κυριος ευωδου εν ταις χερσιν αυτου

← Genesis 38   Genesis 40 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 4960, 4961, 4970, 4971, 4972, 4973, 4986, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1703, 3263, 4962, 4963, 4964, 4965, 4966, ...

Jiný komentář

  Příběhy:


  Biblická studia:



Hop to Similar Bible Verses

Genesis 21:20, 22, 23, 26:24, 30:27, 37:28, 36, 39:2, 3, 4, 21, 40:3, 4, 15, 41:40

Exodus 20:14, 23:1

Deuteronomy 2:7

Joshua 1:5, 9

1 Samuel 2:26, 3:19, 16:12, 22

2 Samuel 13:11

2 Kings 18:7

1 Chronicles 9:20

2 Chronicles 1:1

Esther 2:9

Psalms 1:3, 64:6, 105:18

Proverbs 2:16, 3:4, 6:26, 34, 23:27, 28

Ecclesiastes 7:26

Daniel 1:9

Acts of the Apostles 7:9

2 Timothy 2:22

1 Peter 19

2 Peter 14

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Joseph Grows Up
Teaching Support | Ages 7 - 10

 Joseph in Egypt
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Joseph in Prison
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Joseph in Prison
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 Joseph in Prison
Worship Talk | Ages 7 - 14

 Joseph in Prison - Level A
Complete lesson with activity choices: butler and baker action rhyme with video demonstration, 3-D butler and baker figures with dream clouds, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Joseph in Prison - Level B
Complete lesson with activity choices: make a mobile of items from the butler and baker's dreams, make a spinning disk showing Joseph in prison, make a joseph in prison lift and reveal picture, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Joseph in Prison - Level C
Complete lesson with activity choices: make prayer pillowcases for the sick or imprisoned, play a card game on the correspondences of the butler and the baker, read and reflect on a door handle sign about the Lord's presence with you, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Joseph in Prison - Level D
Complete lesson with activity choices: make cards of hope for the sick or imprisoned, debate whether the understanding or the will is more important in our journey to heaven, read and reflect on a door handle sign about the Lord's presence with you, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Joseph Looks to the Lord
Coloring Page | Ages 7 - 14

 Overview of Joseph a Man of Integrity Levels A B C D for Ages 3-18
Overview of the Youth Journey Program "Joseph: a man of integrity", Levels A, B, C, and D for ages 3-18.
Sunday School Lesson | Ages 3 - 18

 Why Does God Let Bad Things Happen?
Lesson and activities comparing what the Lord wills to what He permits so that people can be free to make heavenly or hellish choices in their lives.
Religion Lesson | Ages over 15


Přeložit: