Genesis 19

Study

           

1 ηλθον δε οι δυο αγγελοι εις σοδομα εσπερας λωτ δε εκαθητο παρα την πυλην σοδομων ιδων δε λωτ εξανεστη εις συναντησιν αυτοις και προσεκυνησεν τω προσωπω επι την γην

2 και ειπεν ιδου κυριοι εκκλινατε εις τον οικον του παιδος υμων και καταλυσατε και νιψασθε τους ποδας υμων και ορθρισαντες απελευσεσθε εις την οδον υμων ειπαν δε ουχι αλλ' εν τη πλατεια καταλυσομεν

3 και κατεβιαζετο αυτους και εξεκλιναν προς αυτον και εισηλθον εις την οικιαν αυτου και εποιησεν αυτοις ποτον και αζυμους επεψεν αυτοις και εφαγον

4 προ του κοιμηθηναι και οι ανδρες της πολεως οι σοδομιται περιεκυκλωσαν την οικιαν απο νεανισκου εως πρεσβυτερου απας ο λαος αμα

5 και εξεκαλουντο τον λωτ και ελεγον προς αυτον που εισιν οι ανδρες οι εισελθοντες προς σε την νυκτα εξαγαγε αυτους προς ημας ινα συγγενωμεθα αυτοις

6 εξηλθεν δε λωτ προς αυτους προς το προθυρον την δε θυραν προσεωξεν οπισω αυτου

7 ειπεν δε προς αυτους μηδαμως αδελφοι μη πονηρευσησθε

8 εισιν δε μοι δυο θυγατερες αι ουκ εγνωσαν ανδρα εξαξω αυτας προς υμας και χρησασθε αυταις καθα αν αρεσκη υμιν μονον εις τους ανδρας τουτους μη ποιησητε μηδεν αδικον ου εινεκεν εισηλθον υπο την σκεπην των δοκων μου

9 ειπαν δε αποστα εκει εις ηλθες παροικειν μη και κρισιν κρινειν νυν ουν σε κακωσομεν μαλλον η εκεινους και παρεβιαζοντο τον ανδρα τον λωτ σφοδρα και ηγγισαν συντριψαι την θυραν

10 εκτειναντες δε οι ανδρες τας χειρας εισεσπασαντο τον λωτ προς εαυτους εις τον οικον και την θυραν του οικου απεκλεισαν

11 τους δε ανδρας τους οντας επι της θυρας του οικου επαταξαν αορασια απο μικρου εως μεγαλου και παρελυθησαν ζητουντες την θυραν

12 ειπαν δε οι ανδρες προς λωτ εστιν τις σοι ωδε γαμβροι η υιοι η θυγατερες η ει τις σοι αλλος εστιν εν τη πολει εξαγαγε εκ του τοπου τουτου

13 οτι απολλυμεν ημεις τον τοπον τουτον οτι υψωθη η κραυγη αυτων εναντιον κυριου και απεστειλεν ημας κυριος εκτριψαι αυτην

14 εξηλθεν δε λωτ και ελαλησεν προς τους γαμβρους αυτου τους ειληφοτας τας θυγατερας αυτου και ειπεν αναστητε και εξελθατε εκ του τοπου τουτου οτι εκτριβει κυριος την πολιν εδοξεν δε γελοιαζειν εναντιον των γαμβρων αυτου

15 ηνικα δε ορθρος εγινετο επεσπουδαζον οι αγγελοι τον λωτ λεγοντες αναστας λαβε την γυναικα σου και τας δυο θυγατερας σου ας εχεις και εξελθε ινα μη συναπολη ταις ανομιαις της πολεως

16 και εταραχθησαν και εκρατησαν οι αγγελοι της χειρος αυτου και της χειρος της γυναικος αυτου και των χειρων των δυο θυγατερων αυτου εν τω φεισασθαι κυριον αυτου

17 και εγενετο ηνικα εξηγαγον αυτους εξω και ειπαν σωζων σωζε την σεαυτου ψυχην μη περιβλεψης εις τα οπισω μηδε στης εν παση τη περιχωρω εις το ορος σωζου μηποτε συμπαραλημφθης

18 ειπεν δε λωτ προς αυτους δεομαι κυριε

19 επειδη ευρεν ο παις σου ελεος εναντιον σου και εμεγαλυνας την δικαιοσυνην σου ο ποιεις επ' εμε του ζην την ψυχην μου εγω δε ου δυνησομαι διασωθηναι εις το ορος μη καταλαβη με τα κακα και αποθανω

20 ιδου η πολις αυτη εγγυς του καταφυγειν με εκει η εστιν μικρα εκει σωθησομαι ου μικρα εστιν και ζησεται η ψυχη μου

21 και ειπεν αυτω ιδου εθαυμασα σου το προσωπον και επι τω ρηματι τουτω του μη καταστρεψαι την πολιν περι ης ελαλησας

22 σπευσον ουν του σωθηναι εκει ου γαρ δυνησομαι ποιησαι πραγμα εως του σε εισελθειν εκει δια τουτο εκαλεσεν το ονομα της πολεως εκεινης σηγωρ

23 ο ηλιος εξηλθεν επι την γην και λωτ εισηλθεν εις σηγωρ

24 και κυριος εβρεξεν επι σοδομα και γομορρα θειον και πυρ παρα κυριου εκ του ουρανου

25 και κατεστρεψεν τας πολεις ταυτας και πασαν την περιοικον και παντας τους κατοικουντας εν ταις πολεσιν και παντα τα ανατελλοντα εκ της γης

26 και επεβλεψεν η γυνη αυτου εις τα οπισω και εγενετο στηλη αλος

27 ωρθρισεν δε αβρααμ το πρωι εις τον τοπον ου ειστηκει εναντιον κυριου

28 και επεβλεψεν επι προσωπον σοδομων και γομορρας και επι προσωπον της γης της περιχωρου και ειδεν και ιδου ανεβαινεν φλοξ της γης ωσει ατμις καμινου

29 και εγενετο εν τω εκτριψαι κυριον πασας τας πολεις της περιοικου εμνησθη ο θεος του αβρααμ και εξαπεστειλεν τον λωτ εκ μεσου της καταστροφης εν τω καταστρεψαι κυριον τας πολεις εν αις κατωκει εν αυταις λωτ

30 ανεβη δε λωτ εκ σηγωρ και εκαθητο εν τω ορει και αι δυο θυγατερες αυτου μετ' αυτου εφοβηθη γαρ κατοικησαι εν σηγωρ και ωκησεν εν τω σπηλαιω αυτος και αι δυο θυγατερες αυτου μετ' αυτου

31 ειπεν δε η πρεσβυτερα προς την νεωτεραν ο πατηρ ημων πρεσβυτερος και ουδεις εστιν επι της γης ος εισελευσεται προς ημας ως καθηκει παση τη γη

32 δευρο και ποτισωμεν τον πατερα ημων οινον και κοιμηθωμεν μετ' αυτου και εξαναστησωμεν εκ του πατρος ημων σπερμα

33 εποτισαν δε τον πατερα αυτων οινον εν τη νυκτι ταυτη και εισελθουσα η πρεσβυτερα εκοιμηθη μετα του πατρος αυτης την νυκτα εκεινην και ουκ ηδει εν τω κοιμηθηναι αυτην και αναστηναι

34 εγενετο δε τη επαυριον και ειπεν η πρεσβυτερα προς την νεωτεραν ιδου εκοιμηθην εχθες μετα του πατρος ημων ποτισωμεν αυτον οινον και την νυκτα ταυτην και εισελθουσα κοιμηθητι μετ' αυτου και εξαναστησωμεν εκ του πατρος ημων σπερμα

35 εποτισαν δε και εν τη νυκτι εκεινη τον πατερα αυτων οινον και εισελθουσα η νεωτερα εκοιμηθη μετα του πατρος αυτης και ουκ ηδει εν τω κοιμηθηναι αυτην και αναστηναι

36 και συνελαβον αι δυο θυγατερες λωτ εκ του πατρος αυτων

37 και ετεκεν η πρεσβυτερα υιον και εκαλεσεν το ονομα αυτου μωαβ λεγουσα εκ του πατρος μου ουτος πατηρ μωαβιτων εως της σημερον ημερας

38 ετεκεν δε και η νεωτερα υιον και εκαλεσεν το ονομα αυτου αμμαν υιος του γενους μου ουτος πατηρ αμμανιτων εως της σημερον ημερας

  

Exploring the Meaning of Genesis 19      

Napsal(a) Emanuel Swedenborg

Here are some excerpts from Swedenborg's "Arcana Coelestia" that help explain the inner meaning of this chapter:

AC 2312. In this chapter, in the internal sense, by "Lot‘s is described the state of the Spiritual Church which is in the good of charity but in external worship: how in course of time it declines.

AC 2313. The First State of that church: that they are in the good of charity and acknowledge the Lord, and that from Him they are confirmed in good (verses 1 to 3); and are saved (verse 12). The Second State: that with them evils begin to act against goods, but they are powerfully withheld from evils and kept in goods by the Lord (verses 14 to 16). Their weakness is described (verse 17); that they are saved (verse 19). The Third State: that they no longer think and act from the affection of good, but from the affection of truth (verses 18 to 20); and that they are saved (verse 23). The Fourth State: that the affection of truth perishes, which is Lot’s wife becoming a pillar of salt (verse 26). The Fifth State: that an impure good, or a good of falsity, succeeds, which is Lot in the cave of the mountain (verse 30). The Sixth State: that even this good is still more adulterated and falsified (verses 31 to 33); and the truth likewise (verses 34, 35). That therefrom there is conceived and born a certain semblance of a church whose good, so called, is "Moab," and whose truth, also so called, is the "son of Ammon" (verses 36 to 38).

AC 2314. Further: in the internal sense, by the "inhabitants of Sodom" is described the state of those within the same church who are against the good of charity, and how in course of time evil and falsity increase with them until they have nothing but evil and falsity.

AC 2315. Their First State: that they are against the good of charity and against the Lord (verses 4, 5). Their Second State: that although informed concerning the good of charity and concerning the delights of its affections which they should enjoy, they are obstinate and reject good (verses 6 to 8). That they also endeavor to destroy the very good of charity itself, but that the Lord protects it (verses 9, 10). The Third State: that at last they become such that they cannot even see truth and good, still less that truth leads to good (verse 11). That they are possessed by evil and falsity, so that they cannot but perish (verse 13). The Fourth State: their destruction (verse 24); and that all goods and truths are separated from them (verse 25).

AC 2316. That the good are separated from the evil, and that the good are saved through the Lord‘s Human made Divine (verses 27-29).

    Studovat vnitřní smysl

Přeložit: