Ezekiel 4

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 3   Ezekiel 5 →

1 και συ υιε ανθρωπου λαβε σεαυτω πλινθον και θησεις αυτην προ προσωπου σου και διαγραψεις επ' αυτην πολιν την ιερουσαλημ

2 και δωσεις επ' αυτην περιοχην και οικοδομησεις επ' αυτην προμαχωνας και περιβαλεις επ' αυτην χαρακα και δωσεις επ' αυτην παρεμβολας και ταξεις τας βελοστασεις κυκλω

3 και συ λαβε σεαυτω τηγανον σιδηρουν και θησεις αυτο τοιχον σιδηρουν ανα μεσον σου και ανα μεσον της πολεως και ετοιμασεις το προσωπον σου επ' αυτην και εσται εν συγκλεισμω και συγκλεισεις αυτην σημειον εστιν τουτο τοις υιοις ισραηλ

4 και συ κοιμηθηση επι το πλευρον σου το αριστερον και θησεις τας αδικιας του οικου ισραηλ επ' αυτου κατα αριθμον των ημερων πεντηκοντα και εκατον ας κοιμηθηση επ' αυτου και λημψη τας αδικιας αυτων

5 και εγω δεδωκα σοι τας δυο αδικιας αυτων εις αριθμον ημερων ενενηκοντα και εκατον ημερας και λημψη τας αδικιας του οικου ισραηλ

6 και συντελεσεις ταυτα παντα και κοιμηθηση επι το πλευρον σου το δεξιον και λημψη τας αδικιας του οικου ιουδα τεσσαρακοντα ημερας ημεραν εις ενιαυτον τεθεικα σοι

7 και εις τον συγκλεισμον ιερουσαλημ ετοιμασεις το προσωπον σου και τον βραχιονα σου στερεωσεις και προφητευσεις επ' αυτην

8 και εγω ιδου δεδωκα επι σε δεσμους και μη στραφης απο του πλευρου σου επι το πλευρον σου εως ου συντελεσθωσιν αι ημεραι του συγκλεισμου σου

9 και συ λαβε σεαυτω πυρους και κριθας και κυαμον και φακον και κεγχρον και ολυραν και εμβαλεις αυτα εις αγγος εν οστρακινον και ποιησεις αυτα σαυτω εις αρτους και κατ' αριθμον των ημερων ας συ καθευδεις επι του πλευρου σου ενενηκοντα και εκατον ημερας φαγεσαι αυτα

10 και το βρωμα σου ο φαγεσαι εν σταθμω εικοσι σικλους την ημεραν απο καιρου εως καιρου φαγεσαι αυτα

11 και υδωρ εν μετρω πιεσαι το εκτον του ιν απο καιρου εως καιρου πιεσαι

12 και εγκρυφιαν κριθινον φαγεσαι αυτα εν βολβιτοις κοπρου ανθρωπινης εγκρυψεις αυτα κατ' οφθαλμους αυτων

13 και ερεις ταδε λεγει κυριος ο θεος του ισραηλ ουτως φαγονται οι υιοι ισραηλ ακαθαρτα εν τοις εθνεσιν

14 και ειπα μηδαμως κυριε θεε του ισραηλ ιδου η ψυχη μου ου μεμιανται εν ακαθαρσια και θνησιμαιον και θηριαλωτον ου βεβρωκα απο γενεσεως μου εως του νυν ουδε εισεληλυθεν εις το στομα μου παν κρεας εωλον

15 και ειπεν προς με ιδου δεδωκα σοι βολβιτα βοων αντι των βολβιτων των ανθρωπινων και ποιησεις τους αρτους σου επ' αυτων

16 και ειπεν προς με υιε ανθρωπου ιδου εγω συντριβω στηριγμα αρτου εν ιερουσαλημ και φαγονται αρτον εν σταθμω και εν ενδεια και υδωρ εν μετρω και εν αφανισμω πιονται

17 οπως ενδεεις γενωνται αρτου και υδατος και αφανισθησεται ανθρωπος και αδελφος αυτου και τακησονται εν ταις αδικιαις αυτων

← Ezekiel 3   Ezekiel 5 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Explained 805

Apocalypse Revealed 350, 880

A Brief Exposition of New Church Doctrine 100

Coronis (An Appendix to True Christian Religion) 56

Doctrine of the Lord 64

The Inner Meaning of the Prophets and Psalms 127

True Christianity 130


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 426, 730, 1296, 2165, 2959, 3104, 3332, ...

Apocalypse Revealed 50, 315, 485, 598, 610

Doctrine of the Lord 15, 16, 28

Sacred Scripture 16

True Christianity 296, 782


References from Swedenborg's unpublished works:

Apocalypse Explained 63, 71, 600, 617, 633, 655, 706, ...

On the Athanasian Creed 165

Coronis (An Appendix to True Christian Religion) 60

Spiritual Experiences 2283

Spiritual Experiences (Travel Diary) 4720

Marriage 39

Scriptural Confirmations 2, 4, 22, 52

Jiný komentář

  Příběhy:


  Biblická studia:


Hop to Similar Bible Verses

Exodus 22:30

Leviticus 11:39, 40, 26:26, 39

Numbers 14:34

Deuteronomy 3

2 Kings 6:25, 25:3

2 Chronicles 34:24

Isaiah 20:3, 22:7

Jeremiah 6:6, 32:24

Lamentations 4:9

Ezekiel 3:25, 5:1, 2, 16, 12:3, 6, 11, 18, 14:13, 21:27, 24:23, 24, 27

Daniel 1:8, 9:24

Hosea 3

Luke 19:43

Acts of the Apostles 10:14

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Ezekiel: The Prophet As an Example
Worship Talk | Ages 7 - 14


Přeložit: