Ezekiel 39

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 38   Ezekiel 40 →

1 και συ υιε ανθρωπου προφητευσον επι γωγ και ειπον ταδε λεγει κυριος ιδου εγω επι σε γωγ αρχοντα ρως μοσοχ και θοβελ

2 και συναξω σε και καθοδηγησω σε και αναβιβω σε απ' εσχατου του βορρα και αναξω σε επι τα ορη του ισραηλ

3 και απολω το τοξον σου απο της χειρος σου της αριστερας και τα τοξευματα σου απο της χειρος σου της δεξιας και καταβαλω σε

4 επι τα ορη ισραηλ και πεση συ και παντες οι περι σε και τα εθνη τα μετα σου δοθησονται εις πληθη ορνεων παντι πετεινω και πασι τοις θηριοις του πεδιου δεδωκα σε καταβρωθηναι

5 επι προσωπου του πεδιου πεση οτι εγω ελαλησα λεγει κυριος

6 και αποστελω πυρ επι γωγ και κατοικηθησονται αι νησοι επ' ειρηνης και γνωσονται οτι εγω ειμι κυριος

7 και το ονομα μου το αγιον γνωσθησεται εν μεσω λαου μου ισραηλ και ου βεβηλωθησεται το ονομα μου το αγιον ουκετι και γνωσονται τα εθνη οτι εγω ειμι κυριος αγιος εν ισραηλ

8 ιδου ηκει και γνωση οτι εσται λεγει κυριος κυριος αυτη εστιν η ημερα εν η ελαλησα

9 και εξελευσονται οι κατοικουντες τας πολεις ισραηλ και καυσουσιν εν τοις οπλοις πελταις και κοντοις και τοξοις και τοξευμασιν και ραβδοις χειρων και λογχαις και καυσουσιν εν αυτοις πυρ επτα ετη

10 και ου μη λαβωσιν ξυλα εκ του πεδιου ουδε μη κοψωσιν εκ των δρυμων αλλ' η τα οπλα κατακαυσουσιν πυρι και προνομευσουσιν τους προνομευσαντας αυτους και σκυλευσουσιν τους σκυλευσαντας αυτους λεγει κυριος

11 και εσται εν τη ημερα εκεινη δωσω τω γωγ τοπον ονομαστον μνημειον εν ισραηλ το πολυανδριον των επελθοντων προς τη θαλασση και περιοικοδομησουσιν το περιστομιον της φαραγγος και κατορυξουσιν εκει τον γωγ και παν το πληθος αυτου και κληθησεται το γαι το πολυανδριον του γωγ

12 και κατορυξουσιν αυτους οικος ισραηλ ινα καθαρισθη η γη εν επταμηνω

13 και κατορυξουσιν αυτους πας ο λαος της γης και εσται αυτοις εις ονομαστον η ημερα εδοξασθην λεγει κυριος

14 και ανδρας δια παντος διαστελουσιν επιπορευομενους την γην θαψαι τους καταλελειμμενους επι προσωπου της γης καθαρισαι αυτην μετα την επταμηνον και εκζητησουσιν

15 και πας ο διαπορευομενος την γην και ιδων οστουν ανθρωπου οικοδομησει παρ' αυτο σημειον εως οτου θαψωσιν αυτο οι θαπτοντες εις το γαι το πολυανδριον του γωγ

16 και γαρ το ονομα της πολεως πολυανδριον και καθαρισθησεται η γη

17 και συ υιε ανθρωπου ειπον ταδε λεγει κυριος ειπον παντι ορνεω πετεινω και προς παντα τα θηρια του πεδιου συναχθητε και ερχεσθε συναχθητε απο παντων των περικυκλω επι την θυσιαν μου ην τεθυκα υμιν θυσιαν μεγαλην επι τα ορη ισραηλ και φαγεσθε κρεα και πιεσθε αιμα

18 κρεα γιγαντων φαγεσθε και αιμα αρχοντων της γης πιεσθε κριους και μοσχους και τραγους και οι μοσχοι εστεατωμενοι παντες

19 και φαγεσθε στεαρ εις πλησμονην και πιεσθε αιμα εις μεθην απο της θυσιας μου ης εθυσα υμιν

20 και εμπλησθησεσθε επι της τραπεζης μου ιππον και αναβατην γιγαντα και παντα ανδρα πολεμιστην λεγει κυριος

21 και δωσω την δοξαν μου εν υμιν και οψονται παντα τα εθνη την κρισιν μου ην εποιησα και την χειρα μου ην επηγαγον επ' αυτους

22 και γνωσονται οικος ισραηλ οτι εγω ειμι κυριος ο θεος αυτων απο της ημερας ταυτης και επεκεινα

23 και γνωσονται παντα τα εθνη οτι δια τας αμαρτιας αυτων ηχμαλωτευθησαν οικος ισραηλ ανθ' ων ηθετησαν εις εμε και απεστρεψα το προσωπον μου απ' αυτων και παρεδωκα αυτους εις χειρας των εχθρων αυτων και επεσαν παντες μαχαιρα

24 κατα τας ακαθαρσιας αυτων και κατα τα ανομηματα αυτων εποιησα αυτοις και απεστρεψα το προσωπον μου απ' αυτων

25 δια τουτο ταδε λεγει κυριος κυριος νυν αποστρεψω την αιχμαλωσιαν ιακωβ και ελεησω τον οικον ισραηλ και ζηλωσω δια το ονομα το αγιον μου

26 και λημψονται την ατιμιαν εαυτων και την αδικιαν ην ηδικησαν εν τω κατοικισθηναι αυτους επι την γην αυτων επ' ειρηνης και ουκ εσται ο εκφοβων

27 εν τω αποστρεψαι με αυτους εκ των εθνων και συναγαγειν με αυτους εκ των χωρων των εθνων και αγιασθησομαι εν αυτοις ενωπιον των εθνων

28 και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων εν τω επιφανηναι με αυτοις εν τοις εθνεσιν

29 και ουκ αποστρεψω ουκετι το προσωπον μου απ' αυτων ανθ' ου εξεχεα τον θυμον μου επι τον οικον ισραηλ λεγει κυριος κυριος

← Ezekiel 38   Ezekiel 40 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Revealed 859

The Inner Meaning of the Prophets and Psalms 162


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 728, 737, 778, 988, 1151, 1292, 2686, ...

Apocalypse Revealed 10, 216, 298, 299, 379, 436, 437, ...

The Lord 4, 28

Sacred Scripture 15

True Christianity 705, 706

The New Jerusalem and its Heavenly Doctrine 222


References from Swedenborg's unpublished works:

Apocalypse Explained 257, 329, 342, 355, 357, 388, 406, ...

Coronis (An Appendix to True Christian Religion) 3

The White Horse - Appendix 1

Scriptural Confirmations 4, 53

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Numbers 19:11, 14, 16

Deuteronomy 30:3, 31:17, 18

Ezra 9:7

Psalms 46:10, 76:4, 94:10

Isaiah 14:1, 24:21, 34:6, 7, 37:20, 46:10, 54:8, 59:2, 21

Jeremiah 29:14, 32:37, 46:10

Lamentations 1:8

Ezekiel 15:8, 20:27, 41, 28:22, 29:5, 32:4, 33:33, 34:25, 27, 36:18, 21, 22, 26, 27, 37:21, 38:1

Joel 2:27, 3:1

Amos 9:9

Micah 7:19

Zephaniah 1:7

Zechariah 12:10, 14:14

Malachi 1:5

Romans 11:26

Revelation 19:17, 18, 20:9

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.


Přeložit: