Ezekiel 37

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 36   Ezekiel 38 →

1 και εγενετο επ' εμε χειρ κυριου και εξηγαγεν με εν πνευματι κυριος και εθηκεν με εν μεσω του πεδιου και τουτο ην μεστον οστεων ανθρωπινων

2 και περιηγαγεν με επ' αυτα κυκλοθεν κυκλω και ιδου πολλα σφοδρα επι προσωπου του πεδιου ξηρα σφοδρα

3 και ειπεν προς με υιε ανθρωπου ει ζησεται τα οστα ταυτα και ειπα κυριε συ επιστη ταυτα

4 και ειπεν προς με προφητευσον επι τα οστα ταυτα και ερεις αυτοις τα οστα τα ξηρα ακουσατε λογον κυριου

5 ταδε λεγει κυριος τοις οστεοις τουτοις ιδου εγω φερω εις υμας πνευμα ζωης

6 και δωσω εφ' υμας νευρα και αναξω εφ' υμας σαρκας και εκτενω εφ' υμας δερμα και δωσω πνευμα μου εις υμας και ζησεσθε και γνωσεσθε οτι εγω ειμι κυριος

7 και επροφητευσα καθως ενετειλατο μοι και εγενετο εν τω εμε προφητευσαι και ιδου σεισμος και προσηγαγε τα οστα εκατερον προς την αρμονιαν αυτου

8 και ειδον και ιδου επ' αυτα νευρα και σαρκες εφυοντο και ανεβαινεν επ' αυτα δερμα επανω και πνευμα ουκ ην εν αυτοις

9 και ειπεν προς με προφητευσον υιε ανθρωπου προφητευσον επι το πνευμα και ειπον τω πνευματι ταδε λεγει κυριος εκ των τεσσαρων πνευματων ελθε και εμφυσησον εις τους νεκρους τουτους και ζησατωσαν

10 και επροφητευσα καθοτι ενετειλατο μοι και εισηλθεν εις αυτους το πνευμα και εζησαν και εστησαν επι των ποδων αυτων συναγωγη πολλη σφοδρα

11 και ελαλησεν κυριος προς με λεγων υιε ανθρωπου τα οστα ταυτα πας οικος ισραηλ εστιν και αυτοι λεγουσιν ξηρα γεγονεν τα οστα ημων απολωλεν η ελπις ημων διαπεφωνηκαμεν

12 δια τουτο προφητευσον και ειπον ταδε λεγει κυριος ιδου εγω ανοιγω υμων τα μνηματα και αναξω υμας εκ των μνηματων υμων και εισαξω υμας εις την γην του ισραηλ

13 και γνωσεσθε οτι εγω ειμι κυριος εν τω ανοιξαι με τους ταφους υμων του αναγαγειν με εκ των ταφων τον λαον μου

14 και δωσω το πνευμα μου εις υμας και ζησεσθε και θησομαι υμας επι την γην υμων και γνωσεσθε οτι εγω κυριος λελαληκα και ποιησω λεγει κυριος

15 και εγενετο λογος κυριου προς με λεγων

16 υιε ανθρωπου λαβε σεαυτω ραβδον και γραψον επ' αυτην τον ιουδαν και τους υιους ισραηλ τους προσκειμενους επ' αυτον και ραβδον δευτεραν λημψη σεαυτω και γραψεις αυτην τω ιωσηφ ραβδον εφραιμ και παντας τους υιους ισραηλ τους προστεθεντας προς αυτον

17 και συναψεις αυτας προς αλληλας σαυτω εις ραβδον μιαν του δησαι αυτας και εσονται εν τη χειρι σου

18 και εσται οταν λεγωσιν προς σε οι υιοι του λαου σου ουκ αναγγελεις ημιν τι εστιν ταυτα σοι

19 και ερεις προς αυτους ταδε λεγει κυριος ιδου εγω λημψομαι την φυλην ιωσηφ την δια χειρος εφραιμ και τας φυλας ισραηλ τας προσκειμενας προς αυτον και δωσω αυτους επι την φυλην ιουδα και εσονται εις ραβδον μιαν εν τη χειρι ιουδα

20 και εσονται αι ραβδοι εφ' αις συ εγραψας επ' αυταις εν τη χειρι σου ενωπιον αυτων

21 και ερεις αυτοις ταδε λεγει κυριος κυριος ιδου εγω λαμβανω παντα οικον ισραηλ εκ μεσου των εθνων ου εισηλθοσαν εκει και συναξω αυτους απο παντων των περικυκλω αυτων και εισαξω αυτους εις την γην του ισραηλ

22 και δωσω αυτους εις εθνος εν εν τη γη μου και εν τοις ορεσιν ισραηλ και αρχων εις εσται αυτων και ουκ εσονται ετι εις δυο εθνη ουδε μη διαιρεθωσιν ουκετι εις δυο βασιλειας

23 ινα μη μιαινωνται ετι εν τοις ειδωλοις αυτων και ρυσομαι αυτους απο πασων των ανομιων αυτων ων ημαρτοσαν εν αυταις και καθαριω αυτους και εσονται μοι εις λαον και εγω κυριος εσομαι αυτοις εις θεον

24 και ο δουλος μου δαυιδ αρχων εν μεσω αυτων και ποιμην εις εσται παντων οτι εν τοις προσταγμασιν μου πορευσονται και τα κριματα μου φυλαξονται και ποιησουσιν αυτα

25 και κατοικησουσιν επι της γης αυτων ην εγω δεδωκα τω δουλω μου ιακωβ ου κατωκησαν εκει οι πατερες αυτων και κατοικησουσιν επ' αυτης αυτοι και δαυιδ ο δουλος μου αρχων αυτων εσται εις τον αιωνα

26 και διαθησομαι αυτοις διαθηκην ειρηνης διαθηκη αιωνια εσται μετ' αυτων και θησω τα αγια μου εν μεσω αυτων εις τον αιωνα

27 και εσται η κατασκηνωσις μου εν αυτοις και εσομαι αυτοις θεος και αυτοι μου εσονται λαος

28 και γνωσονται τα εθνη οτι εγω ειμι κυριος ο αγιαζων αυτους εν τω ειναι τα αγια μου εν μεσω αυτων εις τον αιωνα

← Ezekiel 36   Ezekiel 38 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 160


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 149, 666, 1038, 1292, 1888, 2547, 2916, ...

Apocalypse Revealed 3, 306, 343, 350, 510, 664, 774, ...

Divine Love and Wisdom 383

The Lord 28, 43, 47

Sacred Scripture 79

True Christianity 310, 534, 594, 844


References from Swedenborg's unpublished works:

Apocalypse Explained 19, 183, 205, 222, 365, 409, 418, ...

Scriptural Confirmations 2, 4, 14, 22, 53, 89

Jiný komentář

  Příběhy:


  Duchovní témata:


Hop to Similar Bible Verses

Genesis 2:7, 9:16, 48:4

Exodus 15:17, 25:8

Leviticus 26:11

Deuteronomy 6:1

2 Samuel 7:13, 16

1 Kings 12:19

2 Chronicles 11:12

Job 17:15

Psalms 31:23, 88:5, 11, 104:30

Isaiah 11:11, 13, 26:19, 32:15, 60:21

Jeremiah 3:18, 16:15, 23:3, 31:16, 17, 31, 32:39

Lamentations 3:18

Ezekiel 8:1, 11:18, 20, 24, 16:60, 17:24, 20:12, 24:19, 28:25, 34:13, 23, 24, 25, 36:10, 24, 25, 27, 28, 29, 39:28, 43:7, 9, 48:35

Hosea 3:5, 13:14

Joel 3:5

Amos 9:15

Micah 5:2

Zephaniah 3:15, 20

Zechariah 11:14

Matthew 27:52

John 17:17

Acts of the Apostles 1:6, 26:8

2 Corinthians 6:16

Hebrews 8:10, 13:20

Revelation 1:10, 7:1, 11:11, 21:3

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Dry Bones
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 New Beginnings
Worship Talk | Ages over 18

 The Valley of Dry Bones
Worship Talk | Ages 7 - 14


Přeložit: