Ezekiel 36

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Ezekiel 35   Ezekiel 37 →

1 και συ υιε ανθρωπου προφητευσον επι τα ορη ισραηλ και ειπον τοις ορεσιν του ισραηλ ακουσατε λογον κυριου

2 ταδε λεγει κυριος κυριος ανθ' ων ειπεν ο εχθρος εφ' υμας ευγε ερημα αιωνια εις κατασχεσιν ημιν εγενηθη

3 δια τουτο προφητευσον και ειπον ταδε λεγει κυριος κυριος αντι του ατιμασθηναι υμας και μισηθηναι υμας υπο των κυκλω υμων του ειναι υμας εις κατασχεσιν τοις καταλοιποις εθνεσιν και ανεβητε λαλημα γλωσση και εις ονειδισμα εθνεσιν

4 δια τουτο ορη ισραηλ ακουσατε λογον κυριου ταδε λεγει κυριος τοις ορεσιν και τοις βουνοις και ταις φαραγξιν και τοις χειμαρροις και τοις εξηρημωμενοις και ηφανισμενοις και ταις πολεσιν ταις εγκαταλελειμμεναις αι εγενοντο εις προνομην και εις καταπατημα τοις καταλειφθεισιν εθνεσιν περικυκλω

5 δια τουτο ταδε λεγει κυριος κυριος ει μην εν πυρι θυμου μου ελαλησα επι τα λοιπα εθνη και επι την ιδουμαιαν πασαν οτι εδωκαν την γην μου εαυτοις εις κατασχεσιν μετ' ευφροσυνης ατιμασαντες ψυχας του αφανισαι εν προνομη

6 δια τουτο προφητευσον επι την γην του ισραηλ και ειπον τοις ορεσιν και τοις βουνοις και ταις φαραγξιν και ταις ναπαις ταδε λεγει κυριος ιδου εγω εν τω ζηλω μου και εν τω θυμω μου ελαλησα αντι του ονειδισμους εθνων ενεγκαι υμας

7 δια τουτο εγω αρω την χειρα μου επι τα εθνη τα περικυκλω υμων ουτοι την ατιμιαν αυτων λημψονται

8 υμων δε ορη ισραηλ την σταφυλην και τον καρπον υμων καταφαγεται ο λαος μου οτι εγγιζουσιν του ελθειν

9 οτι ιδου εγω εφ' υμας και επιβλεψω εφ' υμας και κατεργασθησεσθε και σπαρησεσθε

10 και πληθυνω εφ' υμας ανθρωπους παν οικον ισραηλ εις τελος και κατοικηθησονται αι πολεις και η ηρημωμενη οικοδομηθησεται

11 και πληθυνω εφ' υμας ανθρωπους και κτηνη και κατοικιω υμας ως το εν αρχη υμων και ευ ποιησω υμας ωσπερ τα εμπροσθεν υμων και γνωσεσθε οτι εγω ειμι κυριος

12 και γεννησω εφ' υμας ανθρωπους τον λαον μου ισραηλ και κληρονομησουσιν υμας και εσεσθε αυτοις εις κατασχεσιν και ου μη προστεθητε ετι ατεκνωθηναι απ' αυτων

13 ταδε λεγει κυριος κυριος ανθ' ων ειπαν σοι κατεσθουσα ανθρωπους ει και ητεκνωμενη υπο του εθνους σου εγενου

14 δια τουτο ανθρωπους ουκετι φαγεσαι και το εθνος σου ουκ ατεκνωσεις ετι λεγει κυριος κυριος

15 και ουκ ακουσθησεται ουκετι εφ' υμας ατιμια εθνων και ονειδισμους λαων ου μη ανενεγκητε λεγει κυριος κυριος

16 και εγενετο λογος κυριου προς με λεγων

17 υιε ανθρωπου οικος ισραηλ κατωκησεν επι της γης αυτων και εμιαναν αυτην εν τη οδω αυτων και εν τοις ειδωλοις αυτων και εν ταις ακαθαρσιαις αυτων κατα την ακαθαρσιαν της αποκαθημενης εγενηθη η οδος αυτων προ προσωπου μου

18 και εξεχεα τον θυμον μου επ' αυτους

19 και διεσπειρα αυτους εις τα εθνη και ελικμησα αυτους εις τας χωρας κατα την οδον αυτων και κατα την αμαρτιαν αυτων εκρινα αυτους

20 και εισηλθοσαν εις τα εθνη ου εισηλθοσαν εκει και εβεβηλωσαν το ονομα μου το αγιον εν τω λεγεσθαι αυτους λαος κυριου ουτοι και εκ της γης αυτου εξεληλυθασιν

21 και εφεισαμην αυτων δια το ονομα μου το αγιον ο εβεβηλωσαν οικος ισραηλ εν τοις εθνεσιν ου εισηλθοσαν εκει

22 δια τουτο ειπον τω οικω ισραηλ ταδε λεγει κυριος ουχ υμιν εγω ποιω οικος ισραηλ αλλ' η δια το ονομα μου το αγιον ο εβεβηλωσατε εν τοις εθνεσιν ου εισηλθετε εκει

23 και αγιασω το ονομα μου το μεγα το βεβηλωθεν εν τοις εθνεσιν ο εβεβηλωσατε εν μεσω αυτων και γνωσονται τα εθνη οτι εγω ειμι κυριος εν τω αγιασθηναι με εν υμιν κατ' οφθαλμους αυτων

24 και λημψομαι υμας εκ των εθνων και αθροισω υμας εκ πασων των γαιων και εισαξω υμας εις την γην υμων

25 και ρανω εφ' υμας υδωρ καθαρον και καθαρισθησεσθε απο πασων των ακαθαρσιων υμων και απο παντων των ειδωλων υμων και καθαριω υμας

26 και δωσω υμιν καρδιαν καινην και πνευμα καινον δωσω εν υμιν και αφελω την καρδιαν την λιθινην εκ της σαρκος υμων και δωσω υμιν καρδιαν σαρκινην

27 και το πνευμα μου δωσω εν υμιν και ποιησω ινα εν τοις δικαιωμασιν μου πορευησθε και τα κριματα μου φυλαξησθε και ποιησητε

28 και κατοικησετε επι της γης ης εδωκα τοις πατρασιν υμων και εσεσθε μοι εις λαον καγω εσομαι υμιν εις θεον

29 και σωσω υμας εκ πασων των ακαθαρσιων υμων και καλεσω τον σιτον και πληθυνω αυτον και ου δωσω εφ' υμας λιμον

30 και πληθυνω τον καρπον του ξυλου και τα γενηματα του αγρου οπως μη λαβητε ονειδισμον λιμου εν τοις εθνεσιν

31 και μνησθησεσθε τας οδους υμων τας πονηρας και τα επιτηδευματα υμων τα μη αγαθα και προσοχθιειτε κατα προσωπον αυτων εν ταις ανομιαις υμων και επι τοις βδελυγμασιν υμων

32 ου δι' υμας εγω ποιω λεγει κυριος κυριος γνωστον εσται υμιν αισχυνθητε και εντραπητε εκ των οδων υμων οικος ισραηλ

33 ταδε λεγει κυριος εν ημερα η καθαριω υμας εκ πασων των ανομιων υμων και κατοικιω τας πολεις και οικοδομηθησονται αι ερημοι

34 και η γη η ηφανισμενη εργασθησεται ανθ' ων οτι ηφανισμενη εγενηθη κατ' οφθαλμους παντος παροδευοντος

35 και ερουσιν η γη εκεινη η ηφανισμενη εγενηθη ως κηπος τρυφης και αι πολεις αι ερημοι και ηφανισμεναι και κατεσκαμμεναι οχυραι εκαθισαν

36 και γνωσονται τα εθνη οσα αν καταλειφθωσιν κυκλω υμων οτι εγω κυριος ωκοδομησα τας καθηρημενας και κατεφυτευσα τας ηφανισμενας εγω κυριος ελαλησα και ποιησω

37 ταδε λεγει κυριος ετι τουτο ζητηθησομαι τω οικω ισραηλ του ποιησαι αυτοις πληθυνω αυτους ως προβατα ανθρωπους

38 ως προβατα αγια ως προβατα ιερουσαλημ εν ταις εορταις αυτης ουτως εσονται αι πολεις αι ερημοι πληρεις προβατων ανθρωπων και γνωσονται οτι εγω κυριος

← Ezekiel 35   Ezekiel 37 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 159

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 46, 55, 343, 477, 2973, 3322, 3813 ...

Apocalypse Revealed 243, 336, 459, 483, 567, 704, 832 ...

Divine Love and Wisdom 383

The Lord 4, 28, 49

Sacred Scripture 86

Life 86

True Christianity 143, 251, 601

Ukázat odkazy z nepublikovaných děl Swedenborga



Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: