Ezekiel 3

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Ezekiel 2   Ezekiel 4 →

1 και ειπεν προς με υιε ανθρωπου καταφαγε την κεφαλιδα ταυτην και πορευθητι και λαλησον τοις υιοις ισραηλ

2 και διηνοιξα το στομα μου και εψωμισεν με την κεφαλιδα

3 και ειπεν προς με υιε ανθρωπου το στομα σου φαγεται και η κοιλια σου πλησθησεται της κεφαλιδος ταυτης της δεδομενης εις σε και εφαγον αυτην και εγενετο εν τω στοματι μου ως μελι γλυκαζον

4 και ειπεν προς με υιε ανθρωπου βαδιζε εισελθε προς τον οικον του ισραηλ και λαλησον τους λογους μου προς αυτους

5 διοτι ου προς λαον βαθυχειλον και βαρυγλωσσον συ εξαποστελλη προς τον οικον του ισραηλ

6 ουδε προς λαους πολλους αλλοφωνους η αλλογλωσσους ουδε στιβαρους τη γλωσση οντας ων ουκ ακουση τους λογους αυτων και ει προς τοιουτους εξαπεστειλα σε ουτοι αν εισηκουσαν σου

7 ο δε οικος του ισραηλ ου μη θελησωσιν εισακουσαι σου διοτι ου βουλονται εισακουειν μου οτι πας ο οικος ισραηλ φιλονεικοι εισιν και σκληροκαρδιοι

8 και ιδου δεδωκα το προσωπον σου δυνατον κατεναντι των προσωπων αυτων και το νεικος σου κατισχυσω κατεναντι του νεικους αυτων

9 και εσται δια παντος κραταιοτερον πετρας μη φοβηθης απ' αυτων μηδε πτοηθης απο προσωπου αυτων διοτι οικος παραπικραινων εστιν

10 και ειπεν προς με υιε ανθρωπου παντας τους λογους ους λελαληκα μετα σου λαβε εις την καρδιαν σου και τοις ωσιν σου ακουε

11 και βαδιζε εισελθε εις την αιχμαλωσιαν προς τους υιους του λαου σου και λαλησεις προς αυτους και ερεις προς αυτους ταδε λεγει κυριος εαν αρα ακουσωσιν εαν αρα ενδωσιν

12 και ανελαβεν με πνευμα και ηκουσα κατοπισθεν μου φωνην σεισμου μεγαλου ευλογημενη η δοξα κυριου εκ του τοπου αυτου

13 και ειδον φωνην πτερυγων των ζωων πτερυσσομενων ετερα προς την ετεραν και φωνη των τροχων εχομενη αυτων και φωνη του σεισμου

14 και το πνευμα εξηρεν με και ανελαβεν με και επορευθην εν ορμη του πνευματος μου και χειρ κυριου εγενετο επ' εμε κραταια

15 και εισηλθον εις την αιχμαλωσιαν μετεωρος και περιηλθον τους κατοικουντας επι του ποταμου του χοβαρ τους οντας εκει και εκαθισα εκει επτα ημερας αναστρεφομενος εν μεσω αυτων

16 και εγενετο μετα τας επτα ημερας λογος κυριου προς με λεγων

17 υιε ανθρωπου σκοπον δεδωκα σε τω οικω ισραηλ και ακουση εκ στοματος μου λογον και διαπειληση αυτοις παρ' εμου

18 εν τω λεγειν με τω ανομω θανατω θανατωθηση και ου διεστειλω αυτω ουδε ελαλησας του διαστειλασθαι τω ανομω αποστρεψαι απο των οδων αυτου του ζησαι αυτον ο ανομος εκεινος τη αδικια αυτου αποθανειται και το αιμα αυτου εκ χειρος σου εκζητησω

19 και συ εαν διαστειλη τω ανομω και μη αποστρεψη απο της ανομιας αυτου και της οδου αυτου ο ανομος εκεινος εν τη αδικια αυτου αποθανειται και συ την ψυχην σου ρυση

20 και εν τω αποστρεφειν δικαιον απο των δικαιοσυνων αυτου και ποιηση παραπτωμα και δωσω την βασανον εις προσωπον αυτου αυτος αποθανειται οτι ου διεστειλω αυτω και εν ταις αμαρτιαις αυτου αποθανειται διοτι ου μη μνησθωσιν αι δικαιοσυναι αυτου ας εποιησεν και το αιμα αυτου εκ της χειρος σου εκζητησω

21 συ δε εαν διαστειλη τω δικαιω του μη αμαρτειν και αυτος μη αμαρτη ο δικαιος ζωη ζησεται οτι διεστειλω αυτω και συ την σεαυτου ψυχην ρυση

22 και εγενετο επ' εμε χειρ κυριου και ειπεν προς με αναστηθι και εξελθε εις το πεδιον και εκει λαληθησεται προς σε

23 και ανεστην και εξηλθον εις το πεδιον και ιδου εκει δοξα κυριου ειστηκει καθως η ορασις και καθως η δοξα ην ειδον επι του ποταμου του χοβαρ και πιπτω επι προσωπον μου

24 και ηλθεν επ' εμε πνευμα και εστησεν με επι ποδας μου και ελαλησεν προς με και ειπεν μοι εισελθε και εγκλεισθητι εν μεσω του οικου σου

25 και συ υιε ανθρωπου ιδου δεδονται επι σε δεσμοι και δησουσιν σε εν αυτοις και ου μη εξελθης εκ μεσου αυτων

26 και την γλωσσαν σου συνδησω και αποκωφωθηση και ουκ εση αυτοις εις ανδρα ελεγχοντα διοτι οικος παραπικραινων εστιν

27 και εν τω λαλειν με προς σε ανοιξω το στομα σου και ερεις προς αυτους ταδε λεγει κυριος ο ακουων ακουετω και ο απειθων απειθειτω διοτι οικος παραπικραινων εστιν

← Ezekiel 2   Ezekiel 4 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 126

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 728, 1286, 1884, 3869, 5620, 5890, 8764 ...

Apocalypse Revealed 36, 245, 282, 322, 347, 482, 510 ...

The Lord 28, 48, 52

Heaven and Hell 441

True Christianity 157

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: