Ezekiel 26

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Ezekiel 25   Ezekiel 27 →

1 και εγενηθη εν τω ενδεκατω ετει μια του μηνος εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου ανθ' ων ειπεν σορ επι ιερουσαλημ ευγε συνετριβη απολωλεν τα εθνη επεστραφη προς με η πληρης ηρημωται

3 δια τουτο ταδε λεγει κυριος ιδου εγω επι σε σορ και αναξω επι σε εθνη πολλα ως αναβαινει η θαλασσα τοις κυμασιν αυτης

4 και καταβαλουσιν τα τειχη σορ και καταβαλουσι τους πυργους σου και λικμησω τον χουν αυτης απ' αυτης και δωσω αυτην εις λεωπετριαν

5 ψυγμος σαγηνων εσται εν μεσω θαλασσης οτι εγω λελαληκα λεγει κυριος και εσται εις προνομην τοις εθνεσιν

6 και αι θυγατερες αυτης αι εν τω πεδιω μαχαιρα αναιρεθησονται και γνωσονται οτι εγω κυριος

7 οτι ταδε λεγει κυριος ιδου εγω επαγω επι σε σορ τον ναβουχοδονοσορ βασιλεα βαβυλωνος απο του βορρα βασιλευς βασιλεων εστιν μεθ' ιππων και αρματων και ιππεων και συναγωγης εθνων πολλων σφοδρα

8 ουτος τας θυγατερας σου τας εν τω πεδιω μαχαιρα ανελει και δωσει επι σε προφυλακην και περιοικοδομησει και ποιησει επι σε κυκλω χαρακα και περιστασιν οπλων και τας λογχας αυτου απεναντι σου δωσει

9 τα τειχη σου και τους πυργους σου καταβαλει εν ταις μαχαιραις αυτου

10 απο του πληθους των ιππων αυτου κατακαλυψει σε ο κονιορτος αυτων και απο της φωνης των ιππεων αυτου και των τροχων των αρματων αυτου σεισθησεται τα τειχη σου εισπορευομενου αυτου τας πυλας σου ως εισπορευομενος εις πολιν εκ πεδιου

11 εν ταις οπλαις των ιππων αυτου καταπατησουσιν σου πασας τας πλατειας τον λαον σου μαχαιρα ανελει και την υποστασιν σου της ισχυος επι την γην καταξει

12 και προνομευσει την δυναμιν σου και σκυλευσει τα υπαρχοντα σου και καταβαλει σου τα τειχη και τους οικους σου τους επιθυμητους καθελει και τους λιθους σου και τα ξυλα σου και τον χουν σου εις μεσον της θαλασσης εμβαλει

13 και καταλυσει το πληθος των μουσικων σου και η φωνη των ψαλτηριων σου ου μη ακουσθη ετι

14 και δωσω σε εις λεωπετριαν ψυγμος σαγηνων εση ου μη οικοδομηθης ετι οτι εγω ελαλησα λεγει κυριος

15 διοτι ταδε λεγει κυριος κυριος τη σορ ουκ απο φωνης της πτωσεως σου εν τω στεναξαι τραυματιας εν τω σπασαι μαχαιραν εν μεσω σου σεισθησονται αι νησοι

16 και καταβησονται απο των θρονων αυτων παντες οι αρχοντες εκ των εθνων της θαλασσης και αφελουνται τας μιτρας απο των κεφαλων αυτων και τον ιματισμον τον ποικιλον αυτων εκδυσονται εκστασει εκστησονται επι γην καθεδουνται και φοβηθησονται την απωλειαν αυτων και στεναξουσιν επι σε

17 και λημψονται επι σε θρηνον και ερουσιν σοι πως κατελυθης εκ θαλασσης η πολις η επαινεστη η δουσα τον φοβον αυτης πασι τοις κατοικουσιν αυτην

18 και φοβηθησονται αι νησοι αφ' ημερας πτωσεως σου

19 οτι ταδε λεγει κυριος κυριος οταν δω σε πολιν ηρημωμενην ως τας πολεις τας μη κατοικηθησομενας εν τω αναγαγειν με επι σε την αβυσσον και κατακαλυψη σε υδωρ πολυ

20 και καταβιβασω σε προς τους καταβαινοντας εις βοθρον προς λαον αιωνος και κατοικιω σε εις βαθη της γης ως ερημον αιωνιον μετα καταβαινοντων εις βοθρον οπως μη κατοικηθης μηδε ανασταθης επι γης ζωης

21 απωλειαν σε δωσω και ουχ υπαρξεις ετι εις τον αιωνα λεγει κυριος κυριος

← Ezekiel 25   Ezekiel 27 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 149

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 290, 490, 643, 756, 790, 1306, 2336 ...

Apocalypse Revealed 206, 285, 298, 328, 437, 501, 774

The Lord 28

Heaven and Hell 365

Ukázat odkazy z nepublikovaných děl Swedenborga

Bible Studies:

Repairing the Wall

Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: