Ezekiel 24

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Ezekiel 23   Ezekiel 25 →

1 και εγενετο λογος κυριου προς με εν τω ετει τω ενατω εν τω μηνι τω δεκατω δεκατη του μηνος λεγων

2 υιε ανθρωπου γραψον σεαυτω εις ημεραν απο της ημερας ταυτης αφ' ης απηρεισατο βασιλευς βαβυλωνος επι ιερουσαλημ απο της ημερας της σημερον

3 και ειπον επι τον οικον τον παραπικραινοντα παραβολην και ερεις προς αυτους ταδε λεγει κυριος επιστησον τον λεβητα και εκχεον εις αυτον υδωρ

4 και εμβαλε εις αυτον τα διχοτομηματα παν διχοτομημα καλον σκελος και ωμον εκσεσαρκισμενα απο των οστων

5 εξ επιλεκτων κτηνων ειλημμενων και υποκαιε τα οστα υποκατω αυτων εζεσεν εζεσεν και ηψηται τα οστα αυτης εν μεσω αυτης

6 δια τουτο ταδε λεγει κυριος ω πολις αιματων λεβης εν ω εστιν ιος εν αυτω και ο ιος ουκ εξηλθεν εξ αυτης κατα μελος αυτης εξηνεγκεν ουκ επεσεν επ' αυτην κληρος

7 οτι αιμα αυτης εν μεσω αυτης εστιν επι λεωπετριαν τεταχα αυτο ουκ εκκεχυκα αυτο επι την γην του καλυψαι επ' αυτο γην

8 του αναβηναι θυμον εις εκδικησιν εκδικηθηναι δεδωκα το αιμα αυτης επι λεωπετριαν του μη καλυψαι αυτο

9 δια τουτο ταδε λεγει κυριος καγω μεγαλυνω τον δαλον

10 και πληθυνω τα ξυλα και ανακαυσω το πυρ οπως τακη τα κρεα και ελαττωθη ο ζωμος

11 και στη επι τους ανθρακας οπως προσκαυθη και θερμανθη ο χαλκος αυτης και τακη εν μεσω ακαθαρσιας αυτης και εκλιπη ο ιος αυτης

12 και ου μη εξελθη εξ αυτης πολυς ο ιος αυτης καταισχυνθησεται ο ιος αυτης

13 ανθ' ων εμιαινου συ και τι εαν μη καθαρισθης ετι εως ου εμπλησω τον θυμον μου

14 εγω κυριος λελαληκα και ηξει και ποιησω ου διαστελω ουδε μη ελεησω κατα τας οδους σου και κατα τα ενθυμηματα σου κρινω σε λεγει κυριος δια τουτο εγω κρινω σε κατα τα αιματα σου και κατα τα ενθυμηματα σου κρινω σε η ακαθαρτος η ονομαστη και πολλη του παραπικραινειν

15 και εγενετο λογος κυριου προς με λεγων

16 υιε ανθρωπου ιδου εγω λαμβανω εκ σου τα επιθυμηματα των οφθαλμων σου εν παραταξει ου μη κοπης ουδε μη κλαυσθης

17 στεναγμος αιματος οσφυος πενθους εστιν ουκ εσται το τριχωμα σου συμπεπλεγμενον επι σε και τα υποδηματα σου εν τοις ποσιν σου ου μη παρακληθης εν χειλεσιν αυτων και αρτον ανδρων ου μη φαγης

18 και ελαλησα προς τον λαον το πρωι ον τροπον ενετειλατο μοι και απεθανεν η γυνη μου εσπερας και εποιησα το πρωι ον τροπον επεταγη μοι

19 και ειπεν προς με ο λαος ουκ αναγγελεις ημιν τι εστιν ταυτα α συ ποιεις

20 και ειπα προς αυτους λογος κυριου προς με εγενετο λεγων

21 ειπον προς τον οικον του ισραηλ ταδε λεγει κυριος ιδου εγω βεβηλω τα αγια μου φρυαγμα ισχυος υμων επιθυμηματα οφθαλμων υμων και υπερ ων φειδονται αι ψυχαι υμων και οι υιοι υμων και αι θυγατερες υμων ους εγκατελιπετε εν ρομφαια πεσουνται

22 και ποιησετε ον τροπον πεποιηκα απο στοματος αυτων ου παρακληθησεσθε και αρτον ανδρων ου φαγεσθε

23 και αι κομαι υμων επι της κεφαλης υμων και τα υποδηματα υμων εν τοις ποσιν υμων ουτε μη κοψησθε ουτε μη κλαυσητε και εντακησεσθε εν ταις αδικιαις υμων και παρακαλεσετε εκαστος τον αδελφον αυτου

24 και εσται ιεζεκιηλ υμιν εις τερας κατα παντα οσα εποιησεν ποιησετε οταν ελθη ταυτα και επιγνωσεσθε διοτι εγω κυριος

25 και συ υιε ανθρωπου ουχι εν τη ημερα οταν λαμβανω την ισχυν παρ' αυτων την επαρσιν της καυχησεως αυτων τα επιθυμηματα οφθαλμων αυτων και την επαρσιν ψυχης αυτων υιους αυτων και θυγατερας αυτων

26 εν εκεινη τη ημερα ηξει ο ανασωζομενος προς σε του αναγγειλαι σοι εις τα ωτα

27 εν εκεινη τη ημερα διανοιχθησεται το στομα σου προς τον ανασωζομενον και λαλησεις και ου μη αποκωφωθης ουκετι και εση αυτοις εις τερας και επιγνωσονται διοτι εγω κυριος

← Ezekiel 23   Ezekiel 25 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 147

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 3812, 4744, 7844, 8408, 9229, 9479, 10105 ...

Apocalypse Revealed 704

The Lord 4, 28

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: