Ezekiel 20

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Ezekiel 19   Ezekiel 21 →

1 και εγενετο εν τω ετει τω εβδομω εν τω πεμπτω μηνι δεκατη του μηνος ηλθον ανδρες εκ των πρεσβυτερων οικου ισραηλ επερωτησαι τον κυριον και εκαθισαν προ προσωπου μου

2 και εγενετο λογος κυριου προς με λεγων

3 υιε ανθρωπου λαλησον προς τους πρεσβυτερους του ισραηλ και ερεις προς αυτους ταδε λεγει κυριος ει επερωτησαι με υμεις ερχεσθε ζω εγω ει αποκριθησομαι υμιν λεγει κυριος

4 ει εκδικησω αυτους εκδικησει υιε ανθρωπου τας ανομιας των πατερων αυτων διαμαρτυραι αυτοις

5 και ερεις προς αυτους ταδε λεγει κυριος αφ' ης ημερας ηρετισα τον οικον ισραηλ και εγνωρισθην τω σπερματι οικου ιακωβ και εγνωσθην αυτοις εν γη αιγυπτου και αντελαβομην τη χειρι μου αυτων λεγων εγω κυριος ο θεος υμων

6 εν εκεινη τη ημερα αντελαβομην τη χειρι μου αυτων του εξαγαγειν αυτους εκ γης αιγυπτου εις την γην ην ητοιμασα αυτοις γην ρεουσαν γαλα και μελι κηριον εστιν παρα πασαν την γην

7 και ειπα προς αυτους εκαστος τα βδελυγματα των οφθαλμων αυτου απορριψατω και εν τοις επιτηδευμασιν αιγυπτου μη μιαινεσθε εγω κυριος ο θεος υμων

8 και απεστησαν απ' εμου και ουκ ηθελησαν εισακουσαι μου τα βδελυγματα των οφθαλμων αυτων ουκ απερριψαν και τα επιτηδευματα αιγυπτου ουκ εγκατελιπον και ειπα του εκχεαι τον θυμον μου επ' αυτους του συντελεσαι την οργην μου εν αυτοις εν μεσω γης αιγυπτου

9 και εποιησα οπως το ονομα μου το παραπαν μη βεβηλωθη ενωπιον των εθνων ων αυτοι εισιν εν μεσω αυτων εν οις εγνωσθην προς αυτους ενωπιον αυτων του εξαγαγειν αυτους εκ γης αιγυπτου

10 και εξηγαγον αυτους εκ γης αιγυπτου και ηγαγον αυτους εις την ερημον

11 και εδωκα αυτοις τα προσταγματα μου και τα δικαιωματα μου εγνωρισα αυτοις οσα ποιησει αυτα ανθρωπος και ζησεται εν αυτοις

12 και τα σαββατα μου εδωκα αυτοις του ειναι εις σημειον ανα μεσον εμου και ανα μεσον αυτων του γνωναι αυτους διοτι εγω κυριος ο αγιαζων αυτους

13 και ειπα προς τον οικον του ισραηλ εν τη ερημω εν τοις προσταγμασιν μου πορευεσθε και ουκ επορευθησαν και τα δικαιωματα μου απωσαντο α ποιησει αυτα ανθρωπος και ζησεται εν αυτοις και τα σαββατα μου εβεβηλωσαν σφοδρα και ειπα του εκχεαι τον θυμον μου επ' αυτους εν τη ερημω του εξαναλωσαι αυτους

14 και εποιησα οπως το ονομα μου το παραπαν μη βεβηλωθη ενωπιον των εθνων ων εξηγαγον αυτους κατ' οφθαλμους αυτων

15 και εγω εξηρα την χειρα μου επ' αυτους εν τη ερημω το παραπαν του μη εισαγαγειν αυτους εις την γην ην εδωκα αυτοις γην ρεουσαν γαλα και μελι κηριον εστιν παρα πασαν την γην

16 ανθ' ων τα δικαιωματα μου απωσαντο και εν τοις προσταγμασιν μου ουκ επορευθησαν εν αυτοις και τα σαββατα μου εβεβηλουν και οπισω των ενθυμηματων των καρδιων αυτων επορευοντο

17 και εφεισατο ο οφθαλμος μου επ' αυτους του εξαλειψαι αυτους και ουκ εποιησα αυτους εις συντελειαν εν τη ερημω

18 και ειπα προς τα τεκνα αυτων εν τη ερημω εν τοις νομιμοις των πατερων υμων μη πορευεσθε και τα δικαιωματα αυτων μη φυλασσεσθε και εν τοις επιτηδευμασιν αυτων μη συναναμισγεσθε και μη μιαινεσθε

19 εγω κυριος ο θεος υμων εν τοις προσταγμασιν μου πορευεσθε και τα δικαιωματα μου φυλασσεσθε και ποιειτε αυτα

20 και τα σαββατα μου αγιαζετε και εστω εις σημειον ανα μεσον εμου και υμων του γινωσκειν διοτι εγω κυριος ο θεος υμων

21 και παρεπικραναν με και τα τεκνα αυτων εν τοις προσταγμασιν μου ουκ επορευθησαν και τα δικαιωματα μου ουκ εφυλαξαντο του ποιειν αυτα α ποιησει ανθρωπος και ζησεται εν αυτοις και τα σαββατα μου εβεβηλουν και ειπα του εκχεαι τον θυμον μου επ' αυτους εν τη ερημω του συντελεσαι την οργην μου επ' αυτους

22 και εποιησα οπως το ονομα μου το παραπαν μη βεβηλωθη ενωπιον των εθνων ων εξηγαγον αυτους κατ' οφθαλμους αυτων

23 και εξηρα την χειρα μου επ' αυτους εν τη ερημω του διασκορπισαι αυτους εν τοις εθνεσιν και διασπειραι αυτους εν ταις χωραις

24 ανθ' ων τα δικαιωματα μου ουκ εποιησαν και τα προσταγματα μου απωσαντο και τα σαββατα μου εβεβηλουν και οπισω των ενθυμηματων των πατερων αυτων ησαν οι οφθαλμοι αυτων

25 και εγω εδωκα αυτοις προσταγματα ου καλα και δικαιωματα εν οις ου ζησονται εν αυτοις

26 και μιανω αυτους εν τοις δομασιν αυτων εν τω διαπορευεσθαι με παν διανοιγον μητραν οπως αφανισω αυτους

27 δια τουτο λαλησον προς τον οικον του ισραηλ υιε ανθρωπου και ερεις προς αυτους ταδε λεγει κυριος εως τουτου παρωργισαν με οι πατερες υμων εν τοις παραπτωμασιν αυτων εν οις παρεπεσον εις εμε

28 και εισηγαγον αυτους εις την γην ην ηρα την χειρα μου του δουναι αυτοις και ειδον παν βουνον υψηλον και παν ξυλον κατασκιον και εθυσαν εκει τοις θεοις αυτων και εταξαν εκει οσμην ευωδιας και εσπεισαν εκει σπονδας αυτων

29 και ειπον προς αυτους τι εστιν αβαμα οτι υμεις εισπορευεσθε εκει και επεκαλεσαν το ονομα αυτου αβαμα εως της σημερον ημερας

30 δια τουτο ειπον προς τον οικον του ισραηλ ταδε λεγει κυριος ει εν ταις ανομιαις των πατερων υμων υμεις μιαινεσθε και οπισω των βδελυγματων αυτων υμεις εκπορνευετε

31 και εν ταις απαρχαις των δοματων υμων εν τοις αφορισμοις υμεις μιαινεσθε εν πασιν τοις ενθυμημασιν υμων εως της σημερον ημερας και εγω αποκριθω υμιν οικος του ισραηλ ζω εγω λεγει κυριος ει αποκριθησομαι υμιν και ει αναβησεται επι το πνευμα υμων τουτο

32 και ουκ εσται ον τροπον υμεις λεγετε εσομεθα ως τα εθνη και ως αι φυλαι της γης του λατρευειν ξυλοις και λιθοις

33 δια τουτο ζω εγω λεγει κυριος εν χειρι κραταια και εν βραχιονι υψηλω και εν θυμω κεχυμενω βασιλευσω εφ' υμας

34 και εξαξω υμας εκ των λαων και εισδεξομαι υμας εκ των χωρων ου διεσκορπισθητε εν αυταις εν χειρι κραταια και εν βραχιονι υψηλω και εν θυμω κεχυμενω

35 και αξω υμας εις την ερημον των λαων και διακριθησομαι προς υμας εκει προσωπον κατα προσωπον

36 ον τροπον διεκριθην προς τους πατερας υμων εν τη ερημω γης αιγυπτου ουτως κρινω υμας λεγει κυριος

37 και διαξω υμας υπο την ραβδον μου και εισαξω υμας εν αριθμω

38 και εκλεξω εξ υμων τους ασεβεις και τους αφεστηκοτας διοτι εκ της παροικεσιας αυτων εξαξω αυτους και εις την γην του ισραηλ ουκ εισελευσονται και επιγνωσεσθε διοτι εγω κυριος

39 και υμεις οικος ισραηλ ταδε λεγει κυριος κυριος εκαστος τα επιτηδευματα αυτου εξαρατε και μετα ταυτα ει μη υμεις εισακουετε μου και το ονομα μου το αγιον ου βεβηλωσετε ουκετι εν τοις δωροις υμων και εν τοις επιτηδευμασιν υμων

40 διοτι επι του ορους του αγιου μου επ' ορους υψηλου λεγει κυριος κυριος εκει δουλευσουσιν μοι πας οικος ισραηλ εις τελος και εκει προσδεξομαι και εκει επισκεψομαι τας απαρχας υμων και τας απαρχας των αφορισμων υμων εν πασιν τοις αγιασμασιν υμων

41 εν οσμη ευωδιας προσδεξομαι υμας εν τω εξαγαγειν με υμας εκ των λαων και εισδεχεσθαι υμας εκ των χωρων εν αις διεσκορπισθητε εν αυταις και αγιασθησομαι εν υμιν κατ' οφθαλμους των λαων

42 και επιγνωσεσθε διοτι εγω κυριος εν τω εισαγαγειν με υμας εις την γην του ισραηλ εις την γην εις ην ηρα την χειρα μου του δουναι αυτην τοις πατρασιν υμων

43 και μνησθησεσθε εκει τας οδους υμων και τα επιτηδευματα υμων εν οις εμιαινεσθε εν αυτοις και κοψεσθε τα προσωπα υμων εν πασαις ταις κακιαις υμων

44 και επιγνωσεσθε διοτι εγω κυριος εν τω ποιησαι με ουτως υμιν οπως το ονομα μου μη βεβηλωθη κατα τας οδους υμων τας κακας και κατα τα επιτηδευματα υμων τα διεφθαρμενα λεγει κυριος

← Ezekiel 19   Ezekiel 21 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 143

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 349, 566, 795, 878, 925, 1260, 2019 ...

Apocalypse Revealed 278, 316, 543, 546, 586, 598, 623 ...

The Lord 28, 48

True Christianity 156

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: